§15.61.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσιστράτου παρὰ Ῥωμαίοις ἐγένετο στάσις, τῶν μὲν οἰομένων δεῖν ὑπάτους, τῶν δὲ χιλιάρχους αἱρεῖσθαι.
アテナイでリュシストラトスがアルコンであった時、ローマ人の間で内紛が生じた。 一方の人々は執政官を、他方の人々は軍事執政官を選出せねばならないと考えたからである。
ἐπὶ μὲν οὖν τινα χρόνον ἀναρχία τὴν στάσιν ὑπέλαβε, μετὰ δὲ ταῦτα ἔδοξε χιλιάρχους αἱρεῖσθαι ἕξ·
しばらくの間は、無政府状態がその内紛に取って代わったが、その後、6人の軍事執政官を選出することが決定された。
καὶ κατεστάθησαν Λεύκιος Αἰμίλιος καὶ Γάιος Οὐεργίνιος καὶ Σερούιος Σουλπίκιος, πρὸς δὲ τούτοις Λεύκιος Κοΐντιος καὶ Γάιος Κορνήλιος, ἔτι δὲ Γάιος Οὐαλέριος.
そして、ルキウス・アエミリウス、ガイウス・ウェルギニウス、セルウィウス・スルピキウス、さらにルキウス・クィンクティウス、ガイウス・コルネリウス、そしてガイウス・ウァレリウスが就任した。
§15.61.2ἐπὶ δὲ τούτων Πολύδωρος ὁ Φεραῖος ὁ τῶν Θετταλῶν ἄρξας ὑπὸ Ἀλεξάνδρου τοῦ ἀδελφιδοῦ ἀνῃρέθη φαρμάκῳ, προκληθεὶς εἰς μέθην·
彼らの時代に、テッサリア人を支配したフェライのポリュドロスは、酒宴に誘い出されたのち、甥のアレクサンドロスによって毒で殺害された。
τὴν δὲ δυναστείαν διαδεξάμενος Ἀλέξανδρος ὁ ἀδελφιδοῦς ἦρξεν ἔτη ἕνδεκα.
そして、支配権を継承した甥のアレクサンドロスは11年間支配した。
οὗτος δὲ παρανόμως καὶ βιαίως κτησάμενος τὴν δυναστείαν, ἀκολούθως ταύτῃ τῇ προαιρέσει διῴκει τὰ κατὰ τὴν ἀρχήν.
彼は不法かつ暴力的に支配権を手に入れ、この方針に従って支配に関わる事柄を執り行った。
τῶν γὰρ πρὸ αὐτοῦ δυναστῶν ἐπιεικῶς προσφερομένων τοῖς πλήθεσι, καὶ διὰ τοῦτʼ ἀγαπωμένων, οὗτος βιαίως καὶ χαλεπῶς ἄρχων ἐμισεῖτο.
彼の前の支配者たちが民衆に対して穏健に振る舞い、それゆえに愛されていたのに対し、彼は暴力的かつ過酷に支配したため、憎まれていた。
§15.61.3διὸ καὶ τὴν παρανομίαν φοβηθέντες τῶν Λαρισσαίων τινές, οἱ διʼ εὐγένειαν Ἀλευάδαι προσαγορευόμενοι, συνέθεντο πρὸς ἀλλήλους καταλῦσαι τὴν δυναστείαν.
それゆえ、不法を恐れたラリサ人の一部、その高貴な出自ゆえにアレイアダイと呼ばれていた者たちが、支配を打倒することを互いに誓い合った。
ἀπελθόντες δʼ ἐκ Λαρίσσης εἰς Μακεδονίαν ἔπεισαν Ἀλέξανδρον τὸν βασιλέα συγκαταλῦσαι τὸν τύραννον.
そしてラリサからマケドニアへと去ると、王アレクサンドロスを説得して、僭主をともに打倒するようにさせた。
§15.61.4τούτων δὲ περὶ ταῦτα διατριβόντων, ὁ Φεραῖος Ἀλέξανδρος πυθόμενος τὴν καθʼ ἑαυτοῦ παρασκευήν, κατέλεγε τοὺς εἰς τὴν στρατείαν εὐθέτους, διανοούμενος ἐν τῇ Μακεδονίᾳ συστήσασθαι τὴν μάχην.
彼らがこれらのことに没頭している間に、フェライのアレクサンドロスは自分に対する準備を知り、遠征に適した者たちを召集し、マケドニアにおいて戦いを開くつもりであった。
ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ἔχων μεθʼ ἑαυτοῦ τοὺς ἐκ Λαρίσσης φυγάδας, φθάσας τοὺς πολεμίους ἧκε μετὰ τῆς δυνάμεως εἰς τὴν Λάρισσαν·
しかし、マケドニアの王は、ラリサからの亡命者たちを伴い、敵に先んじて軍勢を率いてラリサに到着した。
παρεισαχθεὶς δʼ ὑπὸ τῶν Λαρισσαίων ἐντὸς τοῦ τείχους ἐκράτησε τῆς πόλεως πλὴν τῆς ἄκρας.
そしてラリサ人たちによって城壁の内側へと導き入れられ、砦を除く都市を支配下に置いた。
§15.61.5μετὰ δὲ ταῦτα τήν τε ἄκραν ἐξεπολιόρκησε καὶ Κραννῶνα πόλιν προσαγαγόμενος ὡμολόγησε μὲν τοῖς Θετταλοῖς ἀποδώσειν τὰς πόλεις, καταφρονήσας δὲ τῆς δόξης, καὶ φρουρὰς ἀξιολόγους εἰσαγαγών, αὐτὸς κατεῖχε τὰς πόλεις.
その後、彼は砦を包囲して攻略し、クランノンの街を味方に引き入れると、テッサリア人たちにはそれらの都市を返還すると約束したものの、名声を軽んじて、かなりの規模の守備隊を送り込み、自身でそれらの都市を占拠した。
ὁ δὲ Φεραῖος Ἀλέξανδρος καταδιωχθεὶς ἅμα καὶ καταπλαγεὶς ἐπανῆλθεν εἰς τὰς Φεράς.
一方、フェライのアレクサンドロスは、追撃されると同時に畏縮し、フェライへと退却した。
καὶ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἐν τούτοις ἦν.
テッサリアに関する事態はこのような状況にあった。