Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.52.1-15.52.7

埃帕米农达统军与排除不祥前兆

第 464 段,共 723 段 · 希腊语

内容简介

埃帕米农达当选为底比斯将军,他不顾不祥之兆,率军前往科罗尼亚。

§15.52.1οὗτοι μὲν οὖν προάγοντες ὡς ἧκον εἰς Κορώνειαν, κατεστρατοπέδευσαν καὶ τοὺς καθυστεροῦντας τῶν συμμάχων ἀνέμενον.
因此,这些人向前推进,当他们抵达科罗尼亚时便安营扎寨,等待那些滞后的盟友。
οἱ δὲ Θηβαῖοι διὰ τὴν παρουσίαν τῶν πολεμίων ἐψηφίσαντο τέκνα μὲν καὶ γυναῖκας εἰς Ἀθήνας ὑπεκθέσθαι, αὐτοὶ δʼ Ἐπαμεινώνδαν στρατηγὸν ἑλόμενοι τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν, συμπαρόντων αὐτῷ βοιωταρχῶν ἕξ.
而底比斯人由于敌人的逼近,投票决定将妇女和儿童疏散到雅典,他们自己则推选埃帕米农达为将军,将战争事务托付给他,并有六位波奥蒂亚联盟将领与他同行。
§15.52.2ὁ δʼ Ἐπαμεινώνδας πανδημεὶ τοὺς Θηβαίους τοὺς ἐν ἡλικίᾳ στρατιᾶς ὄντας καταλέξας εἰς τὴν μάχην καὶ τῶν ἄλλων Βοιωτῶν τοὺς εὐθέτους, προῆγε τὴν δύναμιν ἐκ τῶν Θηβῶν, ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν ἑξακισχιλίων.
\n 埃帕米农达动员了所有达到服役年龄的底比斯人参加战斗,并征召了其他波奥蒂亚人中合适的人选,率军从底比斯出发,总人数不超过六千人。
§15.52.3κατὰ δὲ τὴν τῆς πόλεως ἔξοδον τῶν στρατιωτῶν πολλοῖς ἔδοξε δυσχερῆ σημεῖα φανῆναι τῷ στρατοπέδῳ.
\n 在士兵们出城时,许多人认为军队出现了不祥的征兆。
περὶ γὰρ τὰς πύλας ἀπήντησε τοῖς περὶ τὸν Ἐπαμεινώνδαν κῆρυξ τυφλός, ὃς ἀνδράποδʼ ἀποδεδρακότα, ἀνακομίζων, καὶ καθάπερ ἦν εἰθισμένον, ἀνηγόρευε κηρύττων μήτʼ ἐξάγειν Θήβηθεν μήτʼ ἀφανίζειν, ἀλλʼ ἀπάγοντα πάλιν ἀνασώζειν.
因为在城门附近,埃帕米农达及其随从遇到了一位正在寻找逃跑奴隶的盲人传令官,他按照惯例大声宣告,既不要将他们带出底比斯,也不要藏匿他们,而应将他们带回并归还。
§15.52.4οἱ μὲν οὖν πρεσβύτεροι τῶν ἀκουόντων τοῦ κήρυκος οἰωνὸν ἐποιοῦντο τοῦ μέλλοντος, οἱ δὲ νεώτεροι ἡσυχίαν εἶχον, ἵνα μὴ δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν Ἐπαμεινώνδαν τῆς στρατείας.
\n 听到传令官宣告的年长者认为这是未来的凶兆,而年轻人们则保持沉默,以免显得因懦弱而阻挠埃帕米农达的远征。
ὁ δʼ Ἐπαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν " εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. " §15.52.5ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ Ἐπαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἱωνὸς ἐφάνη δυσχερέστερος τοῦ προτέρου.
埃帕米农达对那些说必须注意征兆的人说:\n"\nεἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.\n"\n 虽然埃帕米农达用这番坦率的话震慑了谨慎的人,但又出现了另一个比第一个更不祥的征兆。
ὁ γὰρ γραμματεὺς προῆγεν ἔχων δόρυ καὶ ταινίαν ἐπʼ αὐτῷ, καὶ προεσήμαινε τὸ παραγγελλόμενον ὑπὸ τῶν ἡγεμόνων· πνεύματος δὲ γενομένου συνέβη τὴν ταινίαν ἀποσπασθεῖσαν περιαμπίσχεσθαι περί τινα στήλην ἐφεστῶσαν τάφῳ·
因为书记官手持一根系有绶带的矛走在前面,预先示意指挥官们下达的命令;然而,一阵风吹来,绶带竟被扯下,缠绕在了立于坟墓上的一座碑石上。
ἦσαν δὲ ἐν τῷ τόπῳ τούτῳ τεθαμμένοι τινὲς Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι, οἳ μετʼ Ἀγησιλάου στρατεύσαντες ἐτελεύτησαν.
在那个地方埋葬着一些曾随阿格西劳斯远征而战死的拉刻代蒙人和伯罗奔尼撒人。
§15.52.6τῶν δὲ πρεσβυτέρων τινὲς πάλιν ἐντυχόντες διεμαρτύραντο μὴ προάγειν τὴν δύναμιν, φανερῶς τῶν θεῶν κωλυόντων, ὁ δʼ οὐδὲν αὐτοῖς ἀποκριθεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δικαίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων.
\n 一些年长者再次走上前去,极力规劝不要让军队前进,因为神明显然在阻止,但他没有回答他们,继续率军前进,认为为了光荣的理性思考和为了正义的记忆,比眼前的征兆更值得选择。
§15.52.7ὁ μὲν οὖν Ἐπαμεινώνδας πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρησάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορθωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγίστων ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι.
\n 因此,埃帕米农达因研习哲学并明智地运用所受教育带来的理性,当时虽然遭到许多人的指责,但后来由于其功绩,被公认为在统帅智慧上出类拔萃,成为祖国最大福泽的缔造者。
εὐθὺς γὰρ προαγαγὼν τὴν δύναμιν, καὶ προκαταλαβόμενος τὰ περὶ τὴν Κορώνειαν στενά, κατεστρατοπέδευσεν.
因为他立即率军前进,预先占领了科罗尼亚附近的隘口,并安营扎寨。

词汇与语法注释

  1. 15.52.1συμπαρόντων αὐτῷ βοιωταρχῶν ἕξ — 属格独立结构(Genitive Absolute)。现在分词 συμπαρόντων(源自 συμπάρειμι)与其逻辑主语 βοιωταρχῶν ἕξ 一致。这表明当时波奥蒂亚联盟的另外六位联盟将领(总共七位,扣除埃帕米农达本人)与他同行。
  2. 15.52.3ἀπάγοντα πάλιν ἀνασώζειν — 宾格单数阳性分词 ἀπάγοντα 修饰不定式 ἀνασώζειν 的隐性主语(即“发现奴隶的人”,一个泛指的单数阳性对象)。由于这是由传令官的宣告(κηρύττων)引导的间接命令句,因此不定式的逻辑主语采用宾格。
  3. 15.52.4εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης — 引用自荷马史诗《伊利亚特》第12卷第243行的名言。保留了史诗/爱奥尼亚方言形式 πάτρης(相当于雅典方言的 πάτρας/包特里多斯)。不定式 ἀμύνεσθαι(防卫、战斗)作为限制性不定式(Infinitive of Limitation)修饰形容词 ἄριστος。
  4. 15.52.5συνέβη τὴν ταινίαν ἀποσπασθεῖσαν περιαμπίσχεσθαι — 无人称动词 συνέβη(发生)后接一个“宾格加不定式”句式作为其主语:“τὴν ταινίαν ... περιαμπίσχεσθαι”(绶带缠绕)。阴性宾格单数过去无定式被动分词 ἀποσπασθεῖσαν(被扯下)与不定式的逻辑主语 τὴν ταινίαν 一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.52.1-15.52.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.52.1-15.52.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。