§15.52.1οὗτοι μὲν οὖν προάγοντες ὡς ἧκον εἰς Κορώνειαν, κατεστρατοπέδευσαν καὶ τοὺς καθυστεροῦντας τῶν συμμάχων ἀνέμενον.
彼らは前進してコロネイアに到着すると、宿営し、遅れている同盟軍を待った。
οἱ δὲ Θηβαῖοι διὰ τὴν παρουσίαν τῶν πολεμίων ἐψηφίσαντο τέκνα μὲν καὶ γυναῖκας εἰς Ἀθήνας ὑπεκθέσθαι, αὐτοὶ δʼ Ἐπαμεινώνδαν στρατηγὸν ἑλόμενοι τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν, συμπαρόντων αὐτῷ βοιωταρχῶν ἕξ.
一方、テバイ人は敵の到来のために、子供と妻たちをアテナイに避難させることを決議し、彼ら自身はエパメイノンダスを将軍に選び、彼に戦争に関する事柄を委ねた。 彼には6人のボイオタルケスが同行していた。
§15.52.2ὁ δʼ Ἐπαμεινώνδας πανδημεὶ τοὺς Θηβαίους τοὺς ἐν ἡλικίᾳ στρατιᾶς ὄντας καταλέξας εἰς τὴν μάχην καὶ τῶν ἄλλων Βοιωτῶν τοὺς εὐθέτους, προῆγε τὴν δύναμιν ἐκ τῶν Θηβῶν, ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν ἑξακισχιλίων.
\n エパメイノンダスは、兵役の年齢にあるすべてのテバイ人を戦闘のために動員し、また他のボイオティア人のうち適任の者たちをも募り、全軍で合計6000人を超えない軍勢を率いてテバイから前進した。
§15.52.3κατὰ δὲ τὴν τῆς πόλεως ἔξοδον τῶν στρατιωτῶν πολλοῖς ἔδοξε δυσχερῆ σημεῖα φανῆναι τῷ στρατοπέδῳ.
\n 兵士たちが都市を出発する際、多くの人々は軍勢に不吉な兆候が現れたと考えた。
περὶ γὰρ τὰς πύλας ἀπήντησε τοῖς περὶ τὸν Ἐπαμεινώνδαν κῆρυξ τυφλός, ὃς ἀνδράποδʼ ἀποδεδρακότα, ἀνακομίζων, καὶ καθάπερ ἦν εἰθισμένον, ἀνηγόρευε κηρύττων μήτʼ ἐξάγειν Θήβηθεν μήτʼ ἀφανίζειν, ἀλλʼ ἀπάγοντα πάλιν ἀνασώζειν.
門の近くで、エパメイノンダスの一行は、逃亡した奴隷たちを連れ戻そうとしている盲目の布告官に出会ったが、彼は慣習に従って、テバイから連れ出さず、また隠しもせず、連れ帰って元の持ち主に引き渡すようにと、大声で触れ回っていたのである。
§15.52.4οἱ μὲν οὖν πρεσβύτεροι τῶν ἀκουόντων τοῦ κήρυκος οἰωνὸν ἐποιοῦντο τοῦ μέλλοντος, οἱ δὲ νεώτεροι ἡσυχίαν εἶχον, ἵνα μὴ δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν Ἐπαμεινώνδαν τῆς στρατείας.
\n そのため、布告官の声を聞いた年長者たちは、それを未来の不吉な前兆と受け取ったが、若者たちは、臆病さゆえにエパメイノンダスの遠征を阻止しようとしていると思われるのを避けるために、沈黙を守った。
ὁ δʼ Ἐπαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν
"
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
エパメイノンダスは、前兆に注意を払うべきだと主張する人々に対して言った。
" §15.52.5ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ Ἐπαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἱωνὸς ἐφάνη δυσχερέστερος τοῦ προτέρου.
\n"\nεἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.\n"\n エパメイノンダスがこの率直な言葉によって慎重な者たちを圧倒したものの、最初よりもさらに不吉なもう一つの前兆が現れた。
ὁ γὰρ γραμματεὺς προῆγεν ἔχων δόρυ καὶ ταινίαν ἐπʼ αὐτῷ, καὶ προεσήμαινε τὸ παραγγελλόμενον ὑπὸ τῶν ἡγεμόνων·
書記が槍にリボンを結びつけて進み、指揮官たちから命令されたことをあらかじめ告げ知らせていた。
πνεύματος δὲ γενομένου συνέβη τὴν ταινίαν ἀποσπασθεῖσαν περιαμπίσχεσθαι περί τινα στήλην ἐφεστῶσαν τάφῳ·
ところが、一吹きの風が起こると、リボンが引きちぎられて、墓の上に立っているある碑石に巻きついたのである。
ἦσαν δὲ ἐν τῷ τόπῳ τούτῳ τεθαμμένοι τινὲς Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι, οἳ μετʼ Ἀγησιλάου στρατεύσαντες ἐτελεύτησαν.
この場所には、アゲシラオスとともに遠征して戦死したラケダイモン人やペロポネソス人たちが埋葬されていた。
§15.52.6τῶν δὲ πρεσβυτέρων τινὲς πάλιν ἐντυχόντες διεμαρτύραντο μὴ προάγειν τὴν δύναμιν, φανερῶς τῶν θεῶν κωλυόντων, ὁ δʼ οὐδὲν αὐτοῖς ἀποκριθεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δικαίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων.
\n 年長者のうち何人かは再び近づいて、神々が明らかに禁じているのだから軍を進めるべきではないと強く主張したが、彼は彼らに何も答えず、名誉のための理性的な判断と、正義のための記憶の方が、目の前にある兆候よりも選ぶに値すると考えて、軍勢を進めさせた。
§15.52.7ὁ μὲν οὖν Ἐπαμεινώνδας πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρησάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορθωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγίστων ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι.
\n このように、エパメイノンダスは哲学を学び、教養に基づく理性を賢明に用いたので、当時は多くの人々から非難を受けたものの、のちにはその功績によって将軍としての知性に秀でていると認められ、祖国に最大の幸福をもたらす存在となった。
εὐθὺς γὰρ προαγαγὼν τὴν δύναμιν, καὶ προκαταλαβόμενος τὰ περὶ τὴν Κορώνειαν στενά, κατεστρατοπέδευσεν.
すなわち、彼はただちに軍勢を進め、コロネイア近郊の狭隘な道を先んじて占領し、宿営したのである。