§15.51.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὀκτώ, Πόπλιον Μάνιον καὶ Γάιον, Ἐρενούκιον καὶ Γάιον Σέστον καὶ Τιβέριον Ἰούλιον, ἔτι δὲ Λεύκιον Λαβίνιον καὶ Πόπλιον Τριβώνιον καὶ Γάιον Μάλλιον, πρὸς δὲ τούτοις Λεύκιον Ἀνθέστιον.
在雅典执政官弗拉西克莱德斯任期内,罗马人任命了八位军事执政官代替执政官:普布利乌斯·马尼乌斯、盖乌斯·埃雷努基乌斯、盖乌斯·塞克斯图斯、提贝里乌斯·尤利乌斯,此外还有卢基乌斯·拉维尼乌斯、普布利乌斯·特雷博尼乌斯、盖乌斯·马利乌斯,以及卢基乌斯·安特斯提乌斯。
ἐπὶ δὲ τούτων οἱ μὲν Θηβαῖοι ἔκσπονδοι γεγονότες ἠναγκάσθησαν ἀναδέξασθαι μόνοι τὸν πρὸς Λακεδαιμονίους πόλεμον· οὐδεμιᾷ γὰρ ἐξῆν πόλει συμμαχῆσαι διὰ τὸ πάσας συντεθεῖσθαι τὴν κοινὴν εἰρήνην.
在这些官员任职期间,底比斯人因为已被排除在条约之外,被迫独自承担与拉刻代蒙人的战争;因为所有城市都已缔结了共同和平,没有任何城市被允许与他们结盟。
§15.51.2οἱ δὲ Λακεδαιμόνιοι, μονωθέντων τῶν Θηβαίων, ἔκριναν πολεμεῖν αὐτοῖς καὶ τὰς Θήβας ἐξανδραποδίσασθαι.
而拉刻代蒙人,在底比斯人孤立无援的情况下,决定向他们开战并彻底奴役底比斯。
φανερᾶς δὲ οὔσης τῆς τῶν Λακεδαιμονίων παρασκευῆς, καὶ τῶν Θηβαίων ἐρήμων ὄντων συμμάχων, ἅπαντες ὑπελάμβανον αὐτοὺς ῥᾳδίως ὑπὸ τῶν Σπαρτιατῶν καταπολεμηθήσεσθαι.
由于拉刻代蒙人的备战显而易见,且底比斯人缺乏盟友,所有人都认为他们很容易就会被斯巴达人打败。
§15.51.3διόπερ οἱ μὲν εὐνοϊκῶς ἔχοντες τῶν Ἑλλήνων πρὸς τοὺς Θηβαίους συνήλγουν αὐτοῖς ἐπὶ ταῖς προσδοκωμέναις συμφοραῖς, οἱ δʼ ἀλλοτρίως ἔχοντες περιχαρεῖς ἦσαν, ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων.
因此,在希腊人中对底比斯人怀有善意的人,为他们即将面临的灾难感到难过,而那些怀有敌意的人则大喜过望,料定底比斯人转瞬间就会被贬为奴隶。
τέλος δʼ οἱ Λακεδαιμόνιοι πολλὴν δύναμιν παρασκευασάμενοι παρέδωκαν αὐτὴν Κλεομβρότῳ τῷ βασιλεῖ, καὶ πρῶτον μὲν προαπέστειλαν πρέσβεις εἰς Θήβας, προστάττοντες ἁπάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις ἐᾶν αὐτονόμους, Πλαταιὰς δὲ καὶ Θεσπιὰς οἰκίζειν καὶ τὴν χώραν τοῖς πρότερον γεγονόσι κυρίοις ἀποκαταστῆσαι.
最后,拉刻代蒙人筹备了一支大军,将其交给国王克利翁布罗图斯指挥,并首先派遣使节前往底比斯,命令他们让波奥蒂亚的所有城市保持自治,重建普拉提亚和塞斯皮埃,并将土地归还给以前的所有者。
§15.51.4ἀποκριναμένων δὲ τῶν Θηβαίων, ὡς οὔτʼ αὐτοὶ πολυπραγμονοῦσιν οὐδὲν τῶν κατὰ τὴν Λακωνικὴν οὔτʼ ἐκείνοις ἅπτεσθαι προσήκει τῶν τῆς Βοιωτίας·
底比斯人回答说,正如他们自己绝不干涉拉科尼亚的事务一样,他们也不应该插手波奥蒂亚的事务。
γενομένων δὲ τοιούτων τῶν ἀποκρίσεων οἱ Λακεδαιμόνιοι τὸν Κλεόμβροτον εὐθὺς ἐξέπεμψαν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Θήβας·
在做出这样的回答后,拉刻代蒙人立即派克利翁布罗图斯率军前往底比斯。
οἱ δὲ τῶν Λακεδαιμονίων σύμμαχοι προθύμως εἶχον εἰς τὸν πόλεμον, ἐλπίζοντες μήτʼ ἀγῶνα μήτε μάχην ἔσεσθαι, ἀλλʼ ἀκονιτὶ τῶν Βοιωτῶν κρατήσειν.
拉刻代蒙人的盟友们对战争十分热切,期望既不会有恶斗也不会有交战,而是能够兵不血刃地征服波奥蒂亚人。