Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.51.1-15.51.4

クレオンブロトスのテバイ進軍と孤立

463 / 723 箇所 · ギリシア語

要旨

アテナイの執政官フラシクレイデスのとき、テバイは平和条約から排除されて孤立し、スパルタとの単独戦争に直面する。スパルタ王クレオンブロトスは、ボイオティア諸都市の自律などを要求する使節がテバイに拒絶されると、ただちに大軍を率いて進軍を開始する。

§15.51.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὀκτώ, Πόπλιον Μάνιον καὶ Γάιον, Ἐρενούκιον καὶ Γάιον Σέστον καὶ Τιβέριον Ἰούλιον, ἔτι δὲ Λεύκιον Λαβίνιον καὶ Πόπλιον Τριβώνιον καὶ Γάιον Μάλλιον, πρὸς δὲ τούτοις Λεύκιον Ἀνθέστιον.
アテナイにおいてフラシクレイデスがアルコンであったとき、ローマ人は執政官の代わりに8人の軍事執政官を任命した。 プブリウス・マニウス、ガイウス・エレヌキオス、ガイウス・セクストゥス、ティベリウス・ユリウス、さらにルキウス・ラウィニウス、プブリウス・トレボニウス、ガイウス・マッリウス、これらに加えてルキウス・アンテスティウスである。
ἐπὶ δὲ τούτων οἱ μὲν Θηβαῖοι ἔκσπονδοι γεγονότες ἠναγκάσθησαν ἀναδέξασθαι μόνοι τὸν πρὸς Λακεδαιμονίους πόλεμον·
これらの役職者たちのときに、テバイ人たちは条約から除外された状態になったため、ラケダイモン人に対する戦争を単独で引き受けることを余儀なくされた。
οὐδεμιᾷ γὰρ ἐξῆν πόλει συμμαχῆσαι διὰ τὸ πάσας συντεθεῖσθαι τὴν κοινὴν εἰρήνην.
というのも、すべての都市が共通の平和を結んでいたために、いかなる都市も同盟を結ぶことが許されなかったからである。
§15.51.2οἱ δὲ Λακεδαιμόνιοι, μονωθέντων τῶν Θηβαίων, ἔκριναν πολεμεῖν αὐτοῖς καὶ τὰς Θήβας ἐξανδραποδίσασθαι.
一方、ラケダイモン人たちは、テバイ人が孤立したのを見て、彼らと戦い、テバイを完全に奴隷化することを決定した。
φανερᾶς δὲ οὔσης τῆς τῶν Λακεδαιμονίων παρασκευῆς, καὶ τῶν Θηβαίων ἐρήμων ὄντων συμμάχων, ἅπαντες ὑπελάμβανον αὐτοὺς ῥᾳδίως ὑπὸ τῶν Σπαρτιατῶν καταπολεμηθήσεσθαι.
ラケダイモン人の準備が明らかであり、テバイ人が同盟国を欠いていることから、誰もが、彼らはスパルタ人によって容易に打ち負かされるだろうと考えていた。
§15.51.3διόπερ οἱ μὲν εὐνοϊκῶς ἔχοντες τῶν Ἑλλήνων πρὸς τοὺς Θηβαίους συνήλγουν αὐτοῖς ἐπὶ ταῖς προσδοκωμέναις συμφοραῖς, οἱ δʼ ἀλλοτρίως ἔχοντες περιχαρεῖς ἦσαν, ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων.
それゆえ、ギリシア人のうちテバイ人に好意を抱いている者たちは、予想される災難について彼らに同情したが、敵対的な者たちは、テバイ人が今にも奴隷化されるだろうと思って大喜びしていた。
τέλος δʼ οἱ Λακεδαιμόνιοι πολλὴν δύναμιν παρασκευασάμενοι παρέδωκαν αὐτὴν Κλεομβρότῳ τῷ βασιλεῖ, καὶ πρῶτον μὲν προαπέστειλαν πρέσβεις εἰς Θήβας, προστάττοντες ἁπάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις ἐᾶν αὐτονόμους, Πλαταιὰς δὲ καὶ Θεσπιὰς οἰκίζειν καὶ τὴν χώραν τοῖς πρότερον γεγονόσι κυρίοις ἀποκαταστῆσαι.
ついに、ラケダイモン人は大軍を準備してそれを王クレオンブロトスに委ね、そしてまずテバイに使節をあらかじめ派遣し、ボイオティアのすべての都市を自律的な状態にしておくこと、プラタイアイとテスピアイを再建すること、そしてその土地をかつての所有者たちに返還することを要求した。
§15.51.4ἀποκριναμένων δὲ τῶν Θηβαίων, ὡς οὔτʼ αὐτοὶ πολυπραγμονοῦσιν οὐδὲν τῶν κατὰ τὴν Λακωνικὴν οὔτʼ ἐκείνοις ἅπτεσθαι προσήκει τῶν τῆς Βοιωτίας· γενομένων δὲ τοιούτων τῶν ἀποκρίσεων οἱ Λακεδαιμόνιοι τὸν Κλεόμβροτον εὐθὺς ἐξέπεμψαν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Θήβας·
テバイ人が、自分たちはラコニアの事柄に一切干渉しないのと同様に、彼らがボイオティアの事柄に干渉することも適切ではない、と回答したので、このような回答がなされるやいなや、ラケダイモン人はただちにクレオンブロトスを軍勢とともにテバイに向けて派遣した。
οἱ δὲ τῶν Λακεδαιμονίων σύμμαχοι προθύμως εἶχον εἰς τὸν πόλεμον, ἐλπίζοντες μήτʼ ἀγῶνα μήτε μάχην ἔσεσθαι, ἀλλʼ ἀκονιτὶ τῶν Βοιωτῶν κρατήσειν.
ラケダイモン人の同盟国は、衝突も戦闘も起こらず、戦わずしてボイオティア人を征服できるだろうと期待して、戦争に対して意欲的であった。

語釈・文法注

  1. 15.51.1ἔκσπονδοι γεγονότες — 完了分詞 γεγονότες はここでは原因・理由(「〜であったので」)を表し、形容詞 ἔκσπονδος(条約から除外された)を補語として従えている。
  2. 15.51.3ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων — 接続詞 ὡς に未来受動分詞の属格 ἐξανδραποδισθησομένων および主語の属格 τῶν Θηβαίων による絶対属格が続く。接続詞 ὡς は、主体の主観的な見込み(「〜だろうと見込んで」)を示している。
  3. 15.51.4ὡς οὔτʼ αὐτοὶ πολυπραγμονοῦσιν ... οὔτʼ ἐκείνοις ἅπτεσθαι προσήκει — 間接話法を導く ὡς の下で、前半は直説法現在 πολυπραγμονοῦσιν が置かれるが、後半は非人称動詞 προσήκει の不定詞 ἅπτεσθαι を用いた混淆構文になっている。ἐκείνοις は προσήκει が支配する与格、ἅπτεσθαι は属格(τῶν τῆς Βοιωτίας)を支配する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.51.1-15.51.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.51.1-15.51.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。