§15.44.1οὐκ ἀνοίκειον δʼ ἐστὶ τὰ περὶ τῆς Ἰφικράτους ἀρετῆς ἱστορούμενα παραθεῖναι.
在此列举关于伊菲克拉特斯军事才能的记载并非不合时宜。
οὗτος γὰρ παραδέδοται στρατηγικήν τε ἀγχίνοιαν ἐσχηκέναι καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἀγαθὴν φύσει κεχρῆσθαι διαφόρῳ.
据传,他不仅具有将领的机智,而且天生对所有优秀的构想有着卓越的运用能力。
προσλαβόμενον οὖν αὐτὸν τὴν ἐν τῷ Περσικῷ πολέμῳ πολυχρόνιον ἐμπειρίαν τῶν στρατιωτικῶν ἔργων, ἐπινοήσασθαι πολλὰ τῶν εἰς τὸν πόλεμον χρησίμων, καὶ μάλιστα περὶ τὸν καθοπλισμὸν φιλοτιμηθῆναι.
因此,在积累了波斯战争中长期的军事行动经验后,他发明了许多对战争有用的东西,尤其是在武器装备的改良上倾注了极大的热情。
§15.44.2τῶν γὰρ Ἑλλήνων μεγάλαις ἀσπίσι χρωμένων καὶ διὰ τοῦτο δυσκινήτων ὄντων, συνεῖλε τὰς ἀσπίδας καὶ κατεσκεύασε πέλτας συμμέτρους, ἀμφοτέρων εὖ στοχασάμενος, τοῦ τε σκέπειν ἱκανῶς τὰ σώματα καὶ τοῦ δύνασθαι τοὺς χρωμένους ταῖς πέλταις διὰ τὴν κουφότητα παντελῶς εὐκινήτους ὑπάρχειν.
因为希腊人此前使用大盾,因而行动迟缓,于是他缩小了盾牌,制作了大小适中的轻盾,极好地兼顾了两个目的:既能充分遮挡身体,又因其轻便而使使用轻盾的人能够完全行动敏捷。
§15.44.3διὰ δὲ τῆς πείρας τῆς εὐχρηστίας ἀποδοχῆς τυγχανούσης, οἱ πρότερον ἀπὸ τῶν ἀσπίδων ὁπλῖται καλούμενοι τότε ἀπὸ τῆς πέλτης πελτασταὶ μετωνομάσθησαν.
随着实际经验证实了其便利性并使其获得认可,先前因大盾而被称为“重装步兵”的人,当时便因轻盾而改称为“轻装步兵”。
ἐπὶ δὲ τοῦ δόρατος καὶ τοῦ ξίφους εἰς τοὐναντίον τὴν μετάθεσιν ἐποιήσατο· ηὔξησε γὰρ τὰ μὲν δόρατα ἡμιολίῳ μεγέθει, τὰ δὲ ξίφη σχεδὸν διπλάσια κατεσκεύασεν.
然而,在长枪和佩剑上,他作出了相反的改变:他将长枪的长度增加了二分之一,而制作的佩剑几乎是原来的两倍长。
τὴν δὲ δοκιμασίαν ἡ χρεία διαβεβαιοῦσα τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῷ τῆς πείρας ἐπιτεύγματι δόξης ἠξίωσεν.
实际的使用证实了这一尝试,并凭借经验的成功,使这位将军的构想赢得了声誉。
§15.44.4τάς τε ὑποδέσεις τοῖς στρατιώταις εὐλύτους καὶ κούφας ἐποίησε, τὰς μέχρι τοῦ νῦν ἰφικρατίδας ἀπʼ ἐκείνου καλουμένας.
他还为士兵们制作了易于解开且轻便的鞋具,因他的名字而被称为伊菲克拉特斯鞋,直至今日。
πολλὰ δὲ καὶ ἄλλα τῶν χρησίμων εἰς τὰς στρατείας κατέδειξε, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
他还引入了许多其他对出征有用的东西,若一一写来则未免冗长。
ἡ μὲν οὖν ἐπʼ Αἴγυπτον στρατεία τῶν Περσῶν, μεγάλης τυχοῦσα παρασκευῆς, παρʼ ἐλπίδας ἄπρακτον ἔσχε τὸ τέλος.
因此,波斯对埃及的远征虽然作了庞大的准备,却违背预期,落得个毫无建树的下场。