§15.43.1μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, διʼ ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν.
此后,将军们之间发生了不和,致使他们的企图失败了。
ὁ μὲν γὰρ Ἰφικράτης παρὰ τῶν αἰχμαλώτων πυθόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν κατʼ Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσθαι τὰς τῶν Αἰγυπτίων δυνάμεις·
事实上,伊菲克拉特斯从俘虏那里得知,作为埃及最重要枢纽城市的孟菲斯目前防守空虚,于是建议在埃及军队赶到之前,立即乘船溯流而上直取孟菲斯。
οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾦντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν· ἀσφαλεστέραν γὰρ ἔσεσθαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν.
但法尔纳巴佐斯等人则认为应该等待波斯的全军,因为这样对孟菲斯的出征才会更加安全。
§15.43.2τοῦ δʼ Ἰφικράτους ἀξιοῦντος αὑτῷ δοθῆναι τοὺς παρόντας μισθοφόρους, καὶ μετʼ ἐκείνων ἐπαγγελλομένου κρατήσειν τῆς πόλεως, τό τε θράσος αὐτοῦ καὶ τὴν ἀρετὴν ὑπώπτευσε, μὴ κατʼ ἰδίαν κατάσχῃ τὴν Αἴγυπτον.
当伊菲克拉特斯要求将现有的雇佣兵交给自己,并许诺将率领他们攻占该城时,法尔纳巴佐斯对他的大胆与才能产生了怀疑,担心他会独占埃及。
διόπερ οὐ συγχωροῦντος τοῦ Φαρναβάζου, ὁ Ἰφικράτης διεμαρτύρατο, λέγων ὡς ἐὰν παρῶσι τὴν ὀξύτητα τῶν καιρῶν, ἄπρακτον ποιήσουσι τὴν ὅλην στρατιάν.
因此,由于法尔纳巴佐斯不予准许,伊菲克拉特斯提出抗议,声称如果他们错过了这个紧迫的时机,就会使整个远征徒劳无功。
στρατηγοὶ μὲν οὖν τινες ἐφθόνουν αὐτῷ καὶ διαβολὰς ἀδίκους προσῆπτον.
于是,某些将军嫉妒他,并对他加以不公的诽谤。
§15.43.3οἱ δʼ Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντες, εἰς μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορθημένον πολισμάτιον πάσαις ταῖς δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντες διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰς ἐποιοῦντο τοῖς πολεμίοις συνεχεῖς.
而埃及人获得了极大的喘息机会,向孟菲斯派出了足够的守军,并率领全部军队来到那座被劫掠的小镇,凭借地形的险要占尽优势,不断与敌人发生交火。
αἰεὶ δὲ μᾶλλον ἐπισχύοντες πολλοὺς ἀνῄρουν τῶν Περσῶν καὶ κατεθάρρουν τῶν πολεμίων.
他们日益增强实力,杀死了许多波斯人,并对敌人愈发大胆。
§15.43.4χρονιζούσης δὲ τῆς περὶ τὸ πολισμάτιον τοῦτο στρατείας, καὶ τῶν ἐτησίων ἤδη γενομένων, ὁ Νεῖλος πληρούμενος καὶ πάντα τόπον ἐπέχων τῷ πλήθει τοῦ ῥεύματος αἰεὶ μᾶλλον ὠχύρου τὴν Αἴγυπτον.
围攻这座小镇的战事拖延下去,且已到了季风吹拂的季节,尼罗河水上涨,泛滥的河水淹没了所有地方,使埃及变得更加易守难攻。
οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀντιπραττούσης αὐτοῖς αἰεὶ τῆς περιστάσεως, ἔγνωσαν ἐκ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν ποιήσασθαι.
波斯军队的领袖们见局势始终对他们不利,便决定从埃及撤军。
§15.43.5διόπερ ἐπανιόντων αὐτῶν εἰς τὴν Ἀσίαν, καὶ γενομένης διαφορᾶς τῷ Φαρναβάζῳ πρὸς τὸν Ἰφικράτην, ὑποπτεύσας ὁ Ἰφικράτης μὴ συλληφθῇ καὶ τιμωρίας τύχῃ, καθάπερ Κόνων ἔπαθεν ὁ Ἀθηναῖος, ἔκρινε λάθρᾳ φεύγειν ἐκ τοῦ στρατοπέδου·
因此,在他们返回亚洲期间,法尔纳巴佐斯与伊菲克拉特斯之间产生了分歧。 伊菲克拉特斯担心自己会被逮捕并遭受惩罚——正如雅典人科农曾经遭受的那样——于是决定暗中逃离军营。
διὸ καὶ παρασκευασάμενος πλοῖον ἔλαθε νυκτὸς ἀπαλλαγεὶς καὶ καταπλεύσας εἰς τὰς Ἀθήνας.
于是,他准备了一艘船,在夜色中悄然离去,乘船返回了雅典。
§15.43.6ὁ δὲ Φαρνάβαζος πρέσβεις ἐκπέμψας κατηγόρησε τοῦ Ἰφικράτους ὡς αἰτίου γεγονότος τοῦ μὴ ληφθῆναι τὴν Αἴγυπτον.
而法尔纳巴佐斯派遣使者,指控伊菲克拉特斯是未能攻占埃及的罪魁祸首。
οἱ δὲ Ἀθηναῖοι τοῖς μὲν Πέρσαις ἀπόκρισιν ἔδωκαν, ὅτι ἐὰν εὕρωσιν αὐτὸν ἠδικηκότα, κολάσουσι κατὰ τὴν ἀξίαν, αὐτοὶ δὲ μετʼ ὀλίγον χρόνον στρατηγὸν κατέστησαν τὸν Ἰφικράτην ἐπὶ τὸ ναυτικόν.
雅典人向波斯人答复说,如果发现他犯了错,他们会给予应有的惩罚;但不久之后,他们自己却任命伊菲克拉特斯为海军将领。