Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.42.1-15.42.5

埃及的河口防御与波斯军迂回登陆

第 454 段,共 723 段 · 希腊语

内容简介

埃及国王内克塔内比斯加强了各河口(尤其是佩鲁西翁河口)的防线。波斯将军们见其防守严密,遂改从门德斯口登陆,并攻克了该处的堡垒。

§15.42.1ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνθάνετο μὲν τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων, ἐθάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχθαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς ἀπὸ θαλάττης.
埃及国王内克塔内比斯虽获悉波斯军队的规模,但对国土的险要尤其充满信心,因为埃及完全难以接近,而且从陆路和海路的所有入侵通道都已得到了良好的防卫。
§15.42.2ἑπτὰ στόμασι γὰρ τοῦ Νείλου τὰς εἰς τὸ Αἰγύπτιον πέλαγος ἐκβολὰς ποιουμένου, καθʼ ἕκαστον τῶν στομάτων πόλις κατεσκεύαστο πύργους μεγάλους ἔχουσα καθʼ ἑκάτερον τοῦ ῥείθρου καὶ ξυλίνην γέφυραν τοῦ εἴσπλου κυριεύουσαν.
因为尼罗河通过七个口流入埃及海,在每个口都建有一座城市,在水道两旁各建有高塔,并有控制入口的木桥。
μάλιστα δὲ τὸ Πηλουσιακὸν στόμα κατεσκεύασε διὰ τὸ κεῖσθαι μὲν αὐτὸ πρῶτον πρὸς τοὺς ἀπὸ Συρίας πορευομένους καὶ δοκεῖν διὰ τούτου μάλιστʼ ἂν ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους.
他最着重防守的是佩鲁西翁河口,因为对于从叙利亚行军而来的人来说,这是首要通道,而且看来敌人也最有可能通过这里发动进攻。
§15.42.3τοῦτο γὰρ ἀπετάφρευσε, καὶ διετείχισε τοὺς εἴσπλους κατὰ τοὺς εὐκαιροτάτους τόπους, καὶ τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν, τὰς δὲ πλωτὰς χώμασιν ἐνέφραττεν.
他在此开挖壕沟,并在最有利的地段筑墙阻断入口;在接近通道中,他使可由陆路行进的通道变成沼泽,而用堤坝堵塞了可通航的通道。
διόπερ οὐκ ἦν ῥᾳδίως οὔτε ταῖς ναυσὶν εἰσπλέειν οὔτε τοῖς ἱππεῦσι προσπελάσαι οὔτε τοῖς πεζοῖς προσελθεῖν.
因此,无论船只驶入、骑兵逼近,还是步兵前进,都不容易。
§15.42.4οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα θαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήθει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν, διʼ ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσθαι τὸν εἴσπλουν.
法尔纳巴佐斯等将军发现佩鲁西翁河口防守极其严密,并有大量士兵把守,便完全放弃了强攻此处的企图,决定改从另一个河口进入。
διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καθορᾶσθαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς τὸ στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφʼ ἱκανὸν τόπον.
因此,他们在外海航行,以免船只被敌人发现,并驶向名为门德斯的河口,该处有一片延伸相当长距离的沙滩。
εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ Ἰφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον.
法尔纳巴佐斯和伊菲克拉特斯率领三千名士兵在此登陆,向建在河口上的有城墙护卫的小镇进军。
§15.42.5ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν· οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν.
埃及人出动了三千名骑兵和步兵前来增援,展开了一场激战,由于波斯人从船上得到了大量增援,埃及人被包围,许多人战死,不少人被活捉;幸存者被逼入城内。
οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δʼ ἐνοικοῦντας ἐξηνδραποδίσαντο.
伊菲克拉特斯等人与守军一同冲入城墙内,夺取了该堡垒,将其夷为平地,并将居民变卖为奴。

词汇与语法注释

  1. 15.42.1δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου — 属格独立结构,在此处用作表示原因的状语,解释主句所述状态的原因。
  2. 15.42.2δοκεῖν διὰ τούτου μάλιστʼ ἂν ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους — 一个隶属于由介词结构 `διὰ τὸ` 引导的不定式 `δοκεῖν` 的“对格加不定式”结构。其中带 `ἂν` 的不定式 `ἂν ποιεῖσθαι` 对应直接引语中带 `ἂν` 的希求语气(潜在)或直说语气过去时,表示对未来的推测(“看来敌人会进行袭击”)。
  3. 15.42.3τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν — 动词 `ἐποίησε` 具有使役意义(使/令),不定式 `λιμνάζειν` 的逻辑主语是受部分属格 `τῶν προσόδων` 限定的对格成分 `τὰς μὲν κατὰ γῆν πορευτὰς`(可由陆路行进的通道)。
  4. 15.42.4τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν — 带冠词不定式 `τὸ ... βιάζεσθαι` 充当及物动词 `ἀπεδοκίμασαν`(否决/放弃)的直接宾语(对格)。
  5. 15.42.5γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων — 由 `καὶ` 连接的两个属格独立分词从句,用以说明主句动作发生的伴随情况和原因。在第二个分词从句中,`πολλῶν` 是分词 `προσγεγενημένων` 的逻辑主语,而 `τοῖς Πέρσαις` 是与格(表示“向波斯人”加入)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.42.1-15.42.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.42.1-15.42.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。