Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.42.1-15.42.5

エジプトの防備強化とペルシア軍の迂回上陸

454 / 723 箇所 · ギリシア語

要旨

エジプト王ネクタネビスは侵入経路、特にペルシオンの河口の防備を強化した。これを見たペルシアの将軍たちは強攻を避けてメンデスの河口から上陸し、現地の砦を攻略した。

§15.42.1ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνθάνετο μὲν τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων, ἐθάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχθαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς ἀπὸ θαλάττης.
エジプトの王ネクタネビスは、ペルシア軍の規模について知らされていたが、とりわけ国土の険要さに自信を持っていた。 エジプトは完全に近づきがたい場所であったからであり、さらに、陸からも海からも、すべての侵入路が頑強に防備されていることにも自信を持っていた。
§15.42.2ἑπτὰ στόμασι γὰρ τοῦ Νείλου τὰς εἰς τὸ Αἰγύπτιον πέλαγος ἐκβολὰς ποιουμένου, καθʼ ἕκαστον τῶν στομάτων πόλις κατεσκεύαστο πύργους μεγάλους ἔχουσα καθʼ ἑκάτερον τοῦ ῥείθρου καὶ ξυλίνην γέφυραν τοῦ εἴσπλου κυριεύουσαν.
というのも、ナイル川は七つの河口によってエジプト海へと流れ込んでいるが、それぞれの河口ごとに、水路の両岸に大きな塔を持ち、進入路を扼する木造の橋を備えた都市が建設されていたからである。
μάλιστα δὲ τὸ Πηλουσιακὸν στόμα κατεσκεύασε διὰ τὸ κεῖσθαι μὲν αὐτὸ πρῶτον πρὸς τοὺς ἀπὸ Συρίας πορευομένους καὶ δοκεῖν διὰ τούτου μάλιστʼ ἂν ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους.
彼はとりわけペルシオンの河口を強固に防備した。 それがシリアから進軍してくる者たちにとって最初の位置にあり、敵がここを通って最も攻撃を仕掛けてきそうに思われたからである。
§15.42.3τοῦτο γὰρ ἀπετάφρευσε, καὶ διετείχισε τοὺς εἴσπλους κατὰ τοὺς εὐκαιροτάτους τόπους, καὶ τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν, τὰς δὲ πλωτὰς χώμασιν ἐνέφραττεν.
彼はここに濠を掘り、最も都合の良い場所に防壁を築いて進入路を遮断し、陸路の接近経路は沼地とし、水路の接近経路は堤防で塞いだ。
διόπερ οὐκ ἦν ῥᾳδίως οὔτε ταῖς ναυσὶν εἰσπλέειν οὔτε τοῖς ἱππεῦσι προσπελάσαι οὔτε τοῖς πεζοῖς προσελθεῖν.
それゆえ、船で進入することも、騎兵が接近することも、歩兵が進み寄ることも容易ではなかった。
§15.42.4οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα θαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήθει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν, διʼ ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσθαι τὸν εἴσπλουν.
ファルナバゾスらの将軍たちは、ペルシオンの河口が見事に要塞化され、多数の兵士によって守られているのを見出すと、ここを通って力ずくで突破することは完全に断念し、別の河口から進入することに決めた。
διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καθορᾶσθαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς τὸ στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφʼ ἱκανὸν τόπον.
それゆえ、敵に船を発見されないように外海を航行し、メンデスと呼ばれる河口へと入港した。 そこには十分な距離にわたって伸びる砂浜があった。
εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ Ἰφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον.
ファルナバゾスとイフィクラテスは、三千人の兵士とともにここに上陸し、その河口に築かれた城壁に囲まれた小さな町へと進軍した。
§15.42.5ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν·
エジプト人たちが騎兵と歩兵三千人で救援に駆けつけ、激しい戦闘が起こり、ペルシア側には船から多くの増援が加わったため、包囲されたエジプト人たちは、多くが戦死し、少なくない者が生け捕りにされた。
οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν.
生き残った者たちは町の中へと追いつめられた。
οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δʼ ἐνοικοῦντας ἐξηνδραποδίσαντο.
イフィクラテスらは守備隊とともに壁の内側へとなだれ込み、その砦を占領すると、これを破壊し、住民たちを奴隷に売り払った。

語釈・文法注

  1. 15.42.1δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου — 属格独立分詞(genitive absolute)の構文であり、ここでは主節の行為・状態に対する「原因」を表している。
  2. 15.42.2δοκεῖν διὰ τούτου μάλιστʼ ἂν ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους — 前置詞 `διὰ` に支配された冠詞付き不定詞 `τὸ ... δοκεῖν` の中で、さらに `δοκεῖν` の補文として対格不定詞構文(主語:`τοὺς πολεμίους`、不定詞:`ἂν ποιεῖσθαι`)が用いられている。`ἂν` を伴う不定詞は、直接話法における潜在・推量の希求法、あるいは直説法過去(非事実)を代表し、ここでは「敵が攻撃を仕掛けるであろうと思われる」という推量を表す。
  3. 15.42.3τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν — `ἐποίησε` は「〜にさせる、〜にする」という使役的な動詞であり、補文の不定詞 `λιμνάζειν` の主語は、部分属格 `τῶν προσόδων`(接近経路のうち)によって限定された対格の `τὰς μὲν κατὰ γῆν πορευτὰς`(陸路で進めるもの)である。
  4. 15.42.4τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν — 冠詞付き不定詞 `τὸ ... βιάζεσθαι` が、他動詞 `ἀπεδοκίμασαν`(拒絶する、断念する)の直接目的語(対格)として機能している。
  5. 15.42.5γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων — `καὶ` によって結ばれた二つの独立分詞節(属格独立分詞)が、主節の動作が起こった際の状況や原因を同時に表している。後半の `προσγεγενημένων` の意味上の主語は `πολλῶν` であり、`τοῖς Πέρσαις` は与格で「ペルシア人に(加わった)」を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.42.1-15.42.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.42.1-15.42.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。