Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.41.1-15.41.5

阿尔塔薛西斯对埃及远征的开始

第 453 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官索克拉提德斯任内,罗马任命了军事执政官,波斯国王阿尔塔薛西斯对埃及发动远征。文中描述了行动迟缓的波斯将军法尔纳巴佐斯与雷厉风行的希腊将军伊菲克拉特斯之间的互动,以及大军在阿克集结并向尼罗河进军的过程。

§15.41.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σωκρατίδου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Κόιντον Σερουίλιον, Σερούιον Κορνήλιον, ἔτι δὲ Σπόριον Παπίριον.
在雅典执政官索克拉提德斯任内,罗马人任命了四位军事执政官以代替执政官:昆图斯·塞维里乌斯、塞维乌斯·科涅利乌斯以及斯普里乌斯·帕皮里乌斯。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπʼ Αἰγυπτίους ἀφεστηκότας ἀπὸ Περσῶν.
在他们任期内,国王阿尔塔薛西斯对背叛波斯人的埃及人发动了远征。
ἡγοῦντο δὲ τῶν δυνάμεων Φαρνάβαζος μὲν τῶν βαρβαρικῶν, Ἰφικράτης δʼ ὁ Ἀθηναῖος τῶν μισθοφόρων, ὄντων δισμυρίων.
统率军队的是:法尔纳巴佐斯率领蛮族军队,雅典人伊菲克拉特斯率领两万名雇佣军。
ὁ δʼ ἀνὴρ οὗτος μετάπεμπτος ἐπὶ τὴν στρατηγίαν ὑπὸ τοῦ βασιλέως ἐτάχθη διὰ τὴν ἐν τῷ στρατηγεῖν ἀρετήν.
此人因其在军事指挥上的卓越才能,被国王召来任命为将军。
§15.41.2ἔτη δὲ πλείω τοῦ Φαρναβάζου κατανηλωκότος περὶ τὰς παρασκευάς, ὁ μὲν Ἰφικράτης ὁρῶν αὐτὸν ἐν μὲν τῷ λέγειν ὄντα δεινόν, ἐν δὲ τοῖς πραττομένοις νωχελῆ, παρρησίᾳ πρὸς αὐτὸν ἐχρήσατο, φήσας θαυμάζειν πῶς ἐν μὲν τοῖς λόγοις ἐστὶν ὀξύς, ἐν δὲ τοῖς ἔργοις βραδύς.
由于法尔纳巴佐斯在准备工作上耗费了数年时间,伊菲克拉特斯见他能言善辩却在行动上迟缓,便对他直言不讳,说自己感到奇怪,他何以在言语上如此敏捷,在行动上却如此缓慢。
ὁ δὲ Φαρνάβαζος ἀπεκρίθη, διότι τῶν μὲν λόγων αὐτὸς κύριός ἐστι, τῶν δʼ ἔργων ὁ βασιλεύς.
法尔纳巴佐斯回答说,这是因为言语的主宰是他自己,而行动的主宰则是国王。
§15.41.3τῆς δὲ τῶν Περσῶν δυνάμεως ἀθροισθείσης εἰς πόλιν Ἄκην, ἠριθμήθησαν τῶν μὲν βαρβάρων εἴκοσι μυριάδες, ὧν ἦρχε Φαρνάβαζος· τῶν δὲ μισθοφόρων Ἑλλήνων Ἰφικράτης ἡγεῖτο δισμυρίων.
当波斯军队在阿克城集结时,蛮族士兵被计算为二十万人,由法尔纳巴佐斯统率;希腊雇佣军则由伊菲克拉特斯率领,共两万人。
καὶ ναῦς ἠριθμήθησαν τριήρεις μὲν τριακόσιαι, τριακόντοροι δὲ διακόσιαι· τῶν δὲ τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζουσῶν πολὺς ἦν ἀριθμός.
船只被计算为:三列桨战船三百艘,三十桨船二百艘;而运送粮食和其他物资的船只数量极其庞大。
§15.41.4ἀρχομένου δὲ τοῦ θέρους ἀνέζευξαν οἱ τοῦ βασιλέως στρατηγοὶ μετὰ πάσης τῆς δυνάμεως, καὶ τοῦ στόλου συμπαραπλέοντος προῆγον ἐπὶ τὴν Αἴγυπτον.
夏季开始时,国王的将军们率领全部军队出发,舰队在旁随行,向埃及进军。
ὡς δʼ ἧκον πλησίον τοῦ Νείλου, κατέλαβον τοὺς Αἰγυπτίουσφανερῶς παρεσκευασμένους τὰ πρὸς τὸν πόλεμον.
当他们来到尼罗河附近时,发现埃及人显然已经做好了战争准备。
§15.41.5ὁ γὰρ Φαρνάβαζος βραδεῖαν τὴν στρατείαν ἐποιεῖτο, καὶ πολὺν χρόνον ἐδεδώκει τοῖς πολεμίοις εἰς τὴν παρασκευήν.
因为法尔纳巴佐斯行军缓慢,给敌人留出了充足的时间进行准备。
ὡς ἐπίπαν γὰρ οἱ τῶν Περσῶν στρατηγοί, τῶν ὅλων οὐκ ὄντες αὐτοκράτορες, περὶ πάντων ἀναφέρουσι τῷ βασιλεῖ, καὶ προσαναμένουσι τὰς περὶ ἑκάστων ἀποκρίσεις.
因为通常波斯将军们并非全权统帅,凡事都要向国王汇报,并等待对每项事务的答复。

词汇与语法注释

  1. 15.41.1χιλιάρχους κατέστησαν τέτταρας — 尽管迪奥多罗斯指出任命了“四”位军事执政官(tribuni militum),但他随后仅列出了三个名字(昆图斯·塞维里乌斯、塞维乌斯·科涅利乌斯和斯普里乌斯·帕皮里乌斯)。这一不一致可能是由于手抄本传承中的遗漏,或是作者本人的疏忽。
  2. 15.41.1ὄντων δισμυρίων — 属格复数现在分词 `ὄντων` 在此作为前述属格 `τῶν μισθοφόρων`(雇佣军)的同位语,或构成属格绝对结构,表示其数量达两万人。
  3. 15.41.2ἔτη δὲ πλείω τοῦ Φαρναβάζου κατανηλωκότος — 属格绝对结构。其中 `τοῦ Φαρναβάζου` 为分词的逻辑主语,而 `κατανηλωκότος`(完成活性分词)为谓语。直接宾语 `ἔτη πλείω` 意为“数年”(字面意思为“更多年份”)。
  4. 15.41.2φήσας θαυμάζειν — 分词 `φήσας` 引导带不定式 `θαυμάζειν`(感到奇怪)的间接陈述。由于不定式的逻辑主语与主句主语(伊菲克拉特斯)一致,因而省略了宾格主语。
  5. 15.41.5τῶν ὅλων οὐκ ὄντες αὐτοκράτορες — 形容词 `αὐτοκράτορες`(拥有全权的、自主的)支配属格复数 `τῶν ὅλων`(全局、整体事务)。这说明了波斯将军权力的局限性,即他们在最高指挥权上并非完全自主。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.41.1-15.41.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.41.1-15.41.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。