§15.42.1ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνθάνετο μὲν τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων, ἐθάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχθαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς ἀπὸ θαλάττης. §15.42.2ἑπτὰ στόμασι γὰρ τοῦ Νείλου τὰς εἰς τὸ Αἰγύπτιον πέλαγος ἐκβολὰς ποιουμένου, καθʼ ἕκαστον τῶν στομάτων πόλις κατεσκεύαστο πύργους μεγάλους ἔχουσα καθʼ ἑκάτερον τοῦ ῥείθρου καὶ ξυλίνην γέφυραν τοῦ εἴσπλου κυριεύουσαν.
이집트인들의 왕 넥타네비스는 페르시아 군세의 규모에 대해 전해 들었으나, 특히 국토의 험준함에 확신을 가지고 있었는데, 이집트는 완전히 접근하기 어려웠고 게다가 육로와 수로의 모든 침입로가 견고하게 방비되어 있었기 때문이다. 나일강이 일겁 개의 구강을 통해 이집트 해로 흘러들어 가는데, 각 구강마다 물길 양안에 큰 탑을 두고 진입로를 장악하는 목조 다리를 갖춘 도시가 건설되어 있었기 때문이다.
μάλιστα δὲ τὸ Πηλουσιακὸν στόμα κατεσκεύασε διὰ τὸ κεῖσθαι μὲν αὐτὸ πρῶτον πρὸς τοὺς ἀπὸ Συρίας πορευομένους καὶ δοκεῖν διὰ τούτου μάλιστʼ ἂν ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους. §15.42.3τοῦτο γὰρ ἀπετάφρευσε, καὶ διετείχισε τοὺς εἴσπλους κατὰ τοὺς εὐκαιροτάτους τόπους, καὶ τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν, τὰς δὲ πλωτὰς χώμασιν ἐνέφραττεν.
그는 특히 펠루시온 구강을 가장 강력하게 방비했는데, 그곳이 시리아로부터 행군해 오는 자들에게 첫 번째 길목이었고 적들이 주로 이곳을 통해 공격해 올 것으로 생각되었기 때문이다. 그는 이곳에 해자를 파고 가장 적절한 곳들에 장벽을 쌓아 진입로를 차단했으며, 접근로 중 육로로 통행할 수 있는 곳은 늪지로 만들고, 항행할 수 있는 곳은 제방으로 가로막았다.
διόπερ οὐκ ἦν ῥᾳδίως οὔτε ταῖς ναυσὶν εἰσπλέειν οὔτε τοῖς ἱππεῦσι προσπελάσαι οὔτε τοῖς πεζοῖς προσελθεῖν. §15.42.4οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα θαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήθει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν, διʼ ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσθαι τὸν εἴσπλουν.
그리하여 배가 진입하기도, 기병이 접근하기도, 보병이 나아가기도 쉽지 않았다. 파르나바조스 휘하의 장군들은 펠루시온 구강이 놀라울 정도로 요새화되고 많은 군사들에 의해 수비되고 있는 것을 보고, 이곳을 힘으로 돌파하는 것을 완전히 포기하고 다른 구강을 통해 진입하기로 결정했다.
διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καθορᾶσθαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς τὸ στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφʼ ἱκανὸν τόπον.
그리하여 적들에게 배를 들키지 않도록 외해로 항해하여 멘데스라고 불리는 구강으로 항진했는데, 그곳에는 충분한 거리 동안 이어지는 해안이 있었다.
εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ Ἰφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον. §15.42.5ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν·
파르나바조스와 이피크라테스는 3,000명의 군사와 함께 이곳에 상륙하여 구강에 건설된 성벽으로 둘러싸인 작은 도시로 진격했다. 이집트인들이 기병과 보병 3,000명으로 구원에 나서자 격렬한 전투가 벌어졌고, 페르시아인들에게 배로부터 많은 증원군이 합류하면서 포위된 이집트인들은 많은 수가 전사하고 적지 않은 수가 생포되었다.
οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν.
살아남은 자들은 도시 안으로 쫓겨 들어갔다.
οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δʼ ἐνοικοῦντας ἐξηνδραποδίσαντο.
이피크라테스 휘하의 군사들은 수비대와 함께 성벽 안으로 나란히 돌입하여 요새를 점령하고, 이를 파괴했으며 주민들을 노예로 삼았다.