Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.40.1-15.40.5

斯巴达衰落引发的伯罗奔尼撒诸邦内讧

第 452 段,共 723 段 · 希腊语

内容简介

叙述了斯巴达霸权衰落后,以伯罗奔尼撒半岛为主的各城邦因民主派与寡头派的内讧而陷入混乱,在菲亚利亚、科林斯等地引发了大规模的屠杀与放逐。

§15.40.1μετὰ γὰρ τὴν συγχωρηθεῖσαν τοῖς δήμοις αὐτονομίαν αἱ πόλεις ἐνέπιπτον εἰς ταραχὰς μεγάλας καὶ στάσεις, μάλιστα δὲ αἱ κατὰ τὴν Πελοπόννησον.
在自治权被授予各民主政体之后,各城邦陷入了巨大的动荡和内讧之中,尤其是伯罗奔尼撒半岛的城邦。
ὀλιγαρχικοῖς γὰρ πολιτεύμασι κεχρημέναι, καὶ ταῖς τῆς δημοκρατίας ἐξουσίαις ἀπειραγάθως χρώμεναι, πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐφυγάδευον καὶ κρίσεις ἐπιβάλλουσαι συκοφαντώδεις κατεδίκαζον.
因为这些城邦先前采用的是寡头政体,如今在毫无经验的情况下行使民主制的权力,因而放逐了许多优秀的公民,并提起中伤性的控告来判决他们有罪。
διόπερ εἰς στάσεις ἐμπίπτουσαι φυγὰς καὶ δημεύσεις οὐσιῶν ἐποιοῦντο, μάλιστα δὲ πρὸς τοὺς ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας προεστηκότας τῶν πατρίδων.
因此,他们在陷入内讧时,实行了放逐和没收财产的举措,尤其是针对那些在斯巴达霸权时期主导母国政权的人。
§15.40.2ἐν γὰρ τοῖς τότε χρόνοις ἐπιτακτικῶς ἐκείνων τοῖς πολίταις προσενηνεγμένων, ὕστερον ὁ δημοτικὸς ὄχλος ἀπολαβὼν τὴν ἐλευθερίαν ἐμνησικάκει.
因为在那个时期,那些人对公民们态度专横,后来平民大众夺回自由之后便怀恨在心。
πρῶτον δὲ τῶν Φιαλέων οἱ φυγάδες συστραφέντες κατελάβοντο τὴν καλουμένην Ἡραίαν, χωρίον ὀχυρόν.
首先,菲亚利亚的流亡者联合起来,占领了被称为赫赖亚的一处坚固要塞。
ἐκ ταύτης δʼ ὁρμηθέντες παρεισέπεσον εἰς τὴν Φιάλειαν, καὶ Διονυσίαν κατὰ τύχην ὄντων ἐπιπεσόντες ἀπροσδοκήτως τοῖς ἐν τῷ θεάτρῳ καθημένοις, καὶ πολλοὺς ἀποσφάξαντες, οὐκ ὀλίγους δὲ καὶ συναπονοήσασθαι πείσαντες, ἀνεχώρησαν εἰς τὴν Σπάρτην.
他们从那里出发,闯入菲亚利亚,由于当时恰逢狄奥尼索斯节,他们出其不意地袭击了坐在剧场里的人,在屠杀了许多人并说服不少人与他们共同铤而走险之后,撤退到了斯巴达。
§15.40.3οἱ δὲ τῆς Κορίνθου φυγάδες, συχνοὶ διατρίβοντες παρὰ τοῖς Ἀργείοις, ἐπεχείρησαν κατιέναι· παραδεχθέντες δʼ ἐπὶ τὴν πόλιν ὑπό τινων οἰκείων καὶ φίλων, διαβληθέντες ἐγένοντο περικατάληπτοι·
而科林斯的流亡者,其中有许多人寄居在阿各斯人那里,企图重返家园;他们被一些亲戚和朋友接纳进入城邦,但因遭到密告而被包围。
μέλλοντες δὲ συναρπάζεσθαι, καὶ φοβούμενοι τὴν ἐκ τῆς ἁλώσεως αἰκίαν, ἀλλήλους ἀπέκτειναν.
在即将被捕、并害怕捕后遭受屈辱的情况下,他们自相残杀。
οἱ δὲ Κορίνθιοι πολλοὺς τῶν πολιτῶν αἰτιασάμενοι μετεσχηκέναι τοῖς φυγάσι τῆς ἐπιθέσεως, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐφυγάδευσαν.
科林斯人指控许多市民参与了流亡者的袭击,杀害了其中一些人,并放逐了其余的人。
§15.40.4ἐν δὲ τῇ πόλει τῶν Μεγαρέων ἐπιχειρήσαντές τινες μεταστῆσαι τὴν πολιτείαν, καὶ κρατηθέντες ὑπὸ τοῦ δήμου, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δʼ ἐξέπεσον.
在墨加拉人的城邦中,有些人企图改变政体,但被平民制服,许多人被杀,不少人被逐。
ὁμοίως δὲ καὶ παρὰ τοῖς Σικυωνίοις τινὲς νεωτερίζειν ἐπιβαλόμενοι καὶ σφαλέντες ἀνῃρέθησαν.
同样,在锡基翁人中,一些企图发动变革的人失败并被处死。
§15.40.5παρὰ δὲ τοῖς Φλιασίοις πολλῶν φυγαδευομένων, καὶ καταλαβομένων ἐπὶ τῆς χώρας φρούριον ὀχυρὸν καὶ πλῆθος μισθοφόρων ἀθροισάντων, ἐγένετο μάχη πρὸς τοὺς ἐκ τῆς πόλεως, καὶ νικησάντων τῶν φυγάδων ἀνῃρέθησαν τῶν Φλιασίων ὑπὲρ τοὺς τριακοσίους.
在弗利亚斯人中,由于许多人被流放,且他们在境内占领了一座坚固的堡垒并聚集了大量雇佣兵,因而与来自城邦内的公民发生了一场战斗。 随着流亡者获胜,弗利亚斯人中有三百多人被杀。
ὕστερον δὲ προδόντων τῶν φυλάκων τοὺς φυγάδας, κρατήσαντες οἱ Φλιάσιοι τῶν φυγάδων ἀνεῖλον πλείους τῶν ἑξακοσίων, τοὺς δὲ λοιποὺς ἐκβαλόντες ἐκ τῆς χώρας ἠνάγκασαν φυγεῖν εἰς Ἄργος.
但后来,由于守卫背叛了流亡者,弗利亚斯人制服了流亡者,杀死了六百多人,并将其余的人赶出国土,迫使他们逃往阿各斯。
αἱ μὲν οὖν κατὰ Πελοπόννησον πόλεις ἐν τοιαύταις συμφοραῖς ἦσαν.
因此,伯罗奔尼撒半岛的各城邦便处于这样的灾难之中。

词汇与语法注释

  1. 15.40.1κεχρημέναι ... χρώμεναι — 完成时分词 `κεχρημέναι`(来自 χράομαι)与现在时分词 `χρώμεναι` 的对比。前者表示过去持续的状态(曾采用寡头政体),后者表示当前正在进行的动作(行使民主制的权力)。
  2. 15.40.2ἐκείνων τοῖς πολίταις προσενηνεγμένων — 属格独立结构。代词 `ἐκείνων` 指代第 40.1 节末尾提到的“在斯巴达霸权时期主导政权的人(即寡头派)”,而 `προσενηνεγμένων` 是 `προσφέρω`(中动/被动语态,意为“对待、表现”)的完成时分词。
  3. 15.40.2Διονυσίαν κατὰ τύχην ὄντων — 抄本中的 `Διονυσίαν`(宾格)通常被视为 `Διονυσίων`(中性名词 `Διονύσια`“狄奥尼索斯节”的属格复数)的笔误,以便与后面的分词 `ὄντων`(属格复数)一致,构成属格独立结构,意为“恰逢狄奥尼索斯节举办之时”。
  4. 15.40.3διαβληθέντες ἐγένοντο περικατάληπτοι — 由 `ἐγέ浓to`(来自 γίγνομαι)和动词性形容词 `περικατάληπτοι`(意为“被包围的、被捕获的”)构成的迂回表达,强调被动的转变(“陷入了被包围的境地”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.40.1-15.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.40.1-15.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。