§15.38.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἱπποδάμου Ῥωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Οὐαλέριον, Λεύκιον Μάλλιον, Σερούιον Σουλπίκιον, Λοκρήτιον.
在希波达穆斯于雅典担任执政官时,罗马人设立了四名军事执政官以代替执政官:卢基乌斯·瓦莱里乌斯、卢基乌斯·马利乌斯、塞鲁维乌斯·苏尔皮基乌斯和卢克莱修。
ἐπὶ δὲ τούτων Ἀρταξέρξησὁ τῶν Περσῶν βασιλεὺς μέλλων πολεμεῖν πρὸς Αἰγυπτίους καὶ σπεύδων ξενικὴν δύναμιν ἀξιόλογον συστήσασθαι, διέγνω συλλύσασθαι τοὺς κατὰ τὴν Ἑλλάδα πολέμους·
在这些人的任期内,波斯国王阿尔塔薛西斯企图对埃及人发动战争,并急于组织一支显著的雇佣军力量,因此决定调停希腊境内的战争。
οὕτως γὰρ μάλιστʼ ἤλπιζε τοὺς Ἕλληνας ἀπολελυμένους τῶν οἰκείων πολέμων ἑτοιμοτέρους ἔσεσθαι πρὸς τὰς ξενολογίας.
因为他极力希望,希腊人一旦从内部战争中解放出来,就会更乐意接受雇佣。
διόπερ πρέσβεις ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα τοὺς παρακαλέσοντας τὰς πόλεις κοινὴν εἰρήνην συνθέσθαι.
因此,他派遣使节前往希腊,劝告各城邦缔结一项共同和平协定。
§15.38.2τῶν δʼ Ἑλλήνων ἀσμένως προσδεξαμένων τοὺς λόγους διὰ τὸ κάμνειν τῇ συνεχείᾳ τῶν πολέμων, συνέθεντο πάντες τὴν εἰρήνην, ὥστε πάσας τὰς πόλεις αὐτονόμους καὶ ἀφρουρήτους εἶναι.
由于希腊人因连年战争而感到疲惫,便欣然接受了这一提议,全体缔结了和平条约,规定所有城邦都应享有自治且不设驻军。
καὶ κατέστησαν οἱ Ἕλληνες ἐξαγωγεῖς, οἳ κατὰ πόλιν ἑκάστην ἐπελθόντες ἐξήγαγον ἁπάσας τὰς φρουράς.
希腊人还任命了撤军专员,他们巡回各城邦,撤走了所有的驻军。
§15.38.3μόνων δὲ Θηβαίων οὐ προσδεξαμένων κατὰ πόλιν γίνεσθαι τὰς σπονδάς, ἀλλὰ τὴν Βοιωτίαν ἅπασαν ὑπὸ τὴν τῶν Θηβαίων συντέλειαν ταττόντων, καὶ Ἀθηναίων μὲν ἀντειπόντων φιλοτιμότατα, Καλλιστράτου τοῦ δημαγωγοῦ τὸν λόγον διαθεμένου, ὑπὲρ δὲ τῶν Θηβαίων Ἐπαμεινώνδου διαθεμένου λόγον θαυμαστῶς ἐν τῷ κοινῷ συνεδρίῳ, τοῖς μὲν ἄλλοις Ἕλλησι πᾶσι συμφώνως αἱ σπονδαὶ συνετελέσθησαν, μόνοι δὲ Θηβαῖοι κριθέντες ἔκσπονδοι, καὶ τοῦ Ἐπαμεινώνδου διὰ τῆς ἰδίας ἀρετῆς ἐμποιοῦντος φρόνημα τοῖς πολίταις, ἐθάρρησαν τοῖς ἁπάντων δόγμασιν ἀντιβαίνειν.
唯独底比斯人不接受以城邦为单位缔结条约,而是试图将整个波奥蒂亚置于底比斯人的同盟之下。 虽然雅典人极力反对,并由民主领袖卡利斯特拉托斯发表了演讲,而代表底比斯人的伊巴密浓达在联合会议上发表了极其精彩的演说,但其他所有希腊人最终还是协调一致地缔结了盟约。 唯独底比斯人被判定排除在条约之外,但由于伊巴密浓达凭借自身的卓越才能给公民们注入了自豪感,他们便鼓起勇气反抗所有人的决定。
§15.38.4Λακεδαιμόνιοι μὲν γὰρ καὶ Ἀθηναῖοι, διὰ πάντων περὶ τῆς ἡγεμονίας διαφιλοτιμούμενοι, παρεχώρουν ἀλλήλοις, οἱ μὲν τῆς κατὰ γῆν, οἱ δὲ τῆς κατὰ θάλατταν ἀρχῆς ἄξιοι κρινόμενοι.
因为斯巴达人和雅典人虽然在一切事务上都为争夺霸权而竞争,但由于前者被判定配得上陆上统治,后者配得上海上统治,双方相互做出了妥协。
διόπερ τὴν ἐκ τρίτου προσώπου ἀναφερομένην ἡγεμονίαν χαλεπῶς ἔφερον, καὶ τὰς κατὰ Βοιωτίαν πόλεις ἀπέσπων τῆς τῶν Θηβαίων συντελείας.
因此,他们对由第三者提起的霸权感到不满,并试图将波奥蒂亚的城邦从底比斯人的同盟中分离出去。