Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.34.1-15.34.5

阿格西劳斯撤军与纳克索斯海战

第 446 段,共 723 段 · 希腊语

内容简介

斯巴达再次远征忒拜,阿格西劳斯见敌军源源不断而出随即撤军,使忒拜人信心大增。在海上,雅典提督查布里亚斯在围攻纳克索斯期间,与前来驰援的斯巴达提督波利斯爆发激战并击败之。

§15.34.1οὐ πολλῷ δʼ ὕστερον χρόνῳ πάλιν τῶν Λακεδαιμονίων τῇ αὐτῇ δυνάμει στρατευσάντων ἐπὶ τὰς Θήβας, οἱ μὲν Θηβαῖοι δυσχωρίας τινὰς ἑτέρας καταλαμβανόμενοι διεκώλυον μὲν τοὺς πολεμίους λεηλατεῖν τὴν χώραν, κατὰ στόμα δὲ πρὸς ἅπασαν τὴν δύναμιν ἐν τοῖς πεδίοις οὐκ ἐτόλμων παρατάξασθαι.
没过多久,斯巴达人再次以同样的兵力远征忒拜,忒拜人占领了另外一些险要地势,虽阻止了敌人蹂躏领土,但仍不敢在平原上与敌人的全部主力正面交锋。
§15.34.2τοῦ δʼ Ἀγησιλάου προσμαχομένου συγκατέβησαν ἐκ τοῦ κατʼ ὀλίγον πρὸς τὸν ἀγῶνα.
然而,随着阿格西劳斯发起进攻,他们逐渐投入了战斗。
γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Ἀγησίλαον προετέρουν, μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς πόλεως Θηβαίων ἐκχυθέντων πανδημεί, θεωρῶν τὸ πλῆθος τῶν ἐπιρρεόντων ὁ Ἀγησίλαος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης.
激战持续了很长时间,起初阿格西劳斯部下占了上风,但随后城中的忒拜人全员涌出,阿格西劳斯看到源源不断的人潮,便用军号召回了正在交战的士兵。
οἱ δὲ Θηβαῖοι, δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων, τρόπαιόν τε ἔστησαν καὶ τὸ λοιπὸν κατεθάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως.
忒拜人当时首次认为自己不比斯巴达人差,于是树立了战胜纪念碑,此后对斯巴达人的军队信心大增。
§15.34.3τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος· τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐγένετο μεγάλη ναυμαχία μεταξὺ Νάξου καὶ Πάρου διὰ τοιαύτας αἰτίας.
陆军方面的事情便以此告终;而在同一时期,海军之间由于以下原因,在纳克索斯和帕罗斯之间爆发了一场大规模的海战。
Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος, πυθόμενος σίτου πλῆθος ἐν ὁλκάσι παρακομίζεσθαι τοῖς Ἀθηναίοις, ἐφήδρευε καὶ παρετήρει τὸν κατάπλουν τῆς κομιζομένης ἀγορᾶς, διανοούμενος ἐπιθέσθαι ταῖς ὁλκάσιν.
斯巴达海军提督波利斯获悉有大量粮食正用商船运往雅典人那里,便设伏并监视运来的物资的入境,意图袭击这些商船。
ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στόλον παραφυλάξοντα τὴν σιτοπομπίαν, ὃς καὶ διέπεμψεν εἰς τὸν Πειραιέα τὴν κομιζομένην ἀγοράν.
雅典民众得知此事后,派遣了一支舰队去护送运粮船,该舰队成功将运来的物资送达比雷埃夫斯。
§15.34.4μετὰ δὲ ταῦτα Χαβρίας μὲν ὁ τῶν Ἀθηναίων ναύαρχος μετὰ τοῦ στόλου παντὸς πλεύσας ἐπὶ τὴν Νάξον συνεστήσατο πολιορκίαν.
在此之后,雅典海军提督查布里亚斯率领全体舰队航行至纳克索斯,展开了包围战。
προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανάς, καὶ διὰ τούτων σαλεύσας τὰ τείχη, σπουδὴν εἰσεφέρετο βίᾳ κρατῆσαι τῆς πόλεως.
他将攻城器械推至城墙前,并以此震实了城墙,极力试图强行攻占该城。
ἅμα δὲ τούτοις πραττομένοις Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος κατέπλευσε βοηθήσων τοῖς Ναξίοις.
正当这些行动进行时,斯巴达海军提督波利斯航行前来支援纳克索斯人。
γενομένης δὲ φιλοτιμίας ἀμφότεροι συγκατέβησαν εἰς ναυμαχίαν, καὶ τὰς ναῦς διατάξαντες ἐπέπλεον ἀλλήλοις.
双方争胜心切,皆投入了海战,整顿船只后相互对冲。
§15.34.5εἶχε δὲ τριήρεις ὁ μὲν Πόλλις ἑξήκοντα καὶ πέντε, ὁ δὲ Χαβρίας ὀγδοήκοντα καὶ τρεῖς.
波利斯拥有六十五艘三段铎船,而查布里亚斯则有八十三艘。
ἐπιπλεουσῶν δὲ τῶν νεῶν ἀλλήλαις, Πόλλις μὲν ἡγούμενος τοῦ δεξιοῦ κέρως πρῶτος ἐνέβαλε ταῖς ἀντιτεταγμέναις τριήρεσιν ἐπὶ τοῦ λαιοῦ κέρατος, ὧν ἡγεῖτο Κήδων ὁ Ἀθηναῖος· ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Κήδωνα διέφθειρε καὶ τὴν ναῦν κατεβύθισεν· ὁμοίως δὲ καὶ ταῖς ἄλλαις συμβαλὼν καὶ τοῖς ἐμβόλοις ἀναρρήττων, ἃς μὲν διέφθειρεν, ἃς δὲ φυγεῖν ἠνάγκασεν.
在两军船只冲向对方时,统领右翼的波利斯首先撞击了由雅典人凯敦指挥的左翼对峙的三段铎船;波利斯英勇作战,杀死了凯敦并击沉了其座舰;他同样迎击其他船只并以冲角将之撞裂,摧毁了一些,并迫使另一些逃跑。
ἃ δὴ κατιδὼν ὁ Χαβρίας, καὶ μέρος τῶν περὶ αὐτὸν νεῶν ἐκπέμψας, ἐβοήθησε τοῖς πιεζομένοις καὶ τὴν ἧτταν τῶν ἰδίων διωρθώσατο, αὐτὸς δʼ ἔχων τὸ κράτιστον τοῦ στόλου καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφθειρεν, οὐκ ὀλίγας δʼ αἰχμαλώτους ἔλαβεν.
查布里亚斯见此情形,派出了身边的一部分船只,援助陷入苦战的友军,挽回了本方败势,而他自己则率领舰队中实力最强的一部分,英勇奋战,摧毁了许多三段铎船,并俘获了为数不少的船只。

词汇与语法注释

  1. §15.34.2δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων — 分词 δόξαντες(认为)后接带宾格的不定式结构 μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι。通常情况下,当不定式的逻辑主语与主句主语(此处为 οἱ δὲ Θηβαῖοι)一致时,该主语会被省略或以主格表示。此处特意使用宾格反身代词 ἑαυτούς,起到了强调“他们自身”与拉刻代蒙人对比的作用。此外,比较级形容词 καταδεεστέρους 支配了比较属格 Λακεδαιμονίων。
  2. §15.34.2κατεθάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως — 复合动词 κατεθαρρέω(对……产生勇气、不再害怕)支配属格(此处为 τῆς ... δυνάμεως)以表示其无畏或轻视的对象。
  3. §15.34.5ἃ δὴ κατιδὼν — 中性复数宾格关系代词 ἅ 指代前文所述的整个不利战局,在句首起到连接上下文的过渡作用(即“目睹这些情况”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.34.1-15.34.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.34.1-15.34.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。