Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.33.1-15.33.6

阿格西劳斯的判断与腓比达斯之死

第 445 段,共 723 段 · 希腊语

内容简介

阿格西劳斯向顾问们解释了他避免决战的原因,鉴于斯巴达日后的惨败,这一决定后来被视为具有远见。随后,斯巴达将领腓比达斯在轻率袭击撤退的忒拜人时战死。

§15.33.1οἱ δὲ συνόντες τῷ Ἀγησιλάῳ Σπαρτιᾶται σύμβουλοι καὶ οἱ τὰς ἡγεμονίας ἔχοντες ἐθαύμαζον, πῶς δραστικὸς εἶναι δοκῶν Ἀγησίλαος καὶ μείζονα καὶ δυναμικωτέραν ἔχων τὴν δύναμιν οὐ διηγωνίσατο πρὸς τοὺς πολεμίους.
随同阿格西劳斯的斯巴达顾问和掌握指挥权的人感到惊异,不明白阿格西劳斯既然被公认为行事果断,且拥有一支更大、更强有力的军队,为什么没有与敌人决一死战。
πρὸς οὓς ὁ Ἀγησίλαος ἀπεκρίθη, νῦν μὲν ἀκινδύνως τοὺς Λακεδαιμονίους νενικηκέναι· πορθουμένῃ γὰρ τῇ χώρᾳ μὴ τετολμηκέναι τοὺς Βοιωτοὺς βοηθῆσαι· εἰ δʼ αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομένειν τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ πταῖσαι κατὰ τὸν κίνδυνον οἱ Λακεδαιμόνιοι.
阿格西劳斯对他们回答说,现在斯巴达人已经毫无危险地赢得了胜利;因为在领土遭受蹂躏时,波希亚人甚至不敢前来救援;但如果,在敌人自己已经让出胜利的情况下,他还强迫敌人承受危险,那么由于命运的不可预测,斯巴达人也许会在这次冒险中遭遇失败。
§15.33.2τότε μὲν οὖν διὰ τῆς ἀποκρίσεως ταύτης ἔδοξε μετρίως κατεστοχάσθαι τὸ δυνάμενον ἀποβῆναι, ὕστερον δὲ διὰ τῶν ἀποτελεσμάτων ἔδοξεν οὐκ ἀνθρωπίνην ἀπόφασιν, ἀλλὰ θεῖόν τινα χρησμὸν εἰρηκέναι.
在当时,通过这一回答,他似乎合理地预测了可能发生的结果,但后来根据实际结果,他似乎说的不是人类的断言,而是某种神圣的启示。
οἱ γὰρ Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως στρατεύσαντες ἐπὶ Θηβαίους, καὶ συναναγκάσαντες αὐτοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίσασθαι, μεγάλῃ συμφορᾷ περιέπεσον.
因为斯巴达人曾率大军远征忒拜人,并迫使他们为自由而战,结果却遭遇了巨大的灾难。
§15.33.3τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηθέντες πολλοὺς ἀπώλεσαν τῶν πολιτῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσε· μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πολεμήσαντες τοῖς ὅλοις ἐσφάλησαν καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον.
因为首先他们在留克特拉战败,失去了许多公民,其中他们的国王克勒翁布罗托斯也战死了;此后,他们在曼提奈亚附近交战,结果彻底覆灭,出人意料地失去了霸权。
ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν.
因为命运善于出人意料地击碎那些心高气傲的人,并教导他们切勿过度奢望。
ὁ γοῦν Ἀγησίλαος ἐχεφρόνως ἀρκεσθεὶς τῷ πρώτῳ προτερήματι, τὴν δύναμιν ἀσινῆ διεφύλαξεν.
无论如何,阿格西劳斯明智地满足于最初的优势,使自己的军队保持完好无损。
§15.33.4μετὰ δὲ ταῦτα ὁ μὲν Ἀγησίλαος μετὰ τῆς δυνάμεως ἐπανῆλθεν εἰς τὴν Πελοπόννησον, οἱ δὲ Θηβαῖοι διὰ τὴν Χαβρίου στρατηγίαν σωθέντες ἐθαύμασαν τἀνδρὸς τὴν ἐν τῷ στρατηγήματι ἀγχίνοιαν.
在此之后,阿格西劳斯率军返回了伯罗奔尼撒,而忒拜人由于查布里亚斯的将才而得以幸免,对这名男子在战术上的机智赞叹不已。
ὁ δὲ Χαβρίας, πολλῶν καὶ καλῶν αὐτῷ πεπραγμένων κατὰ πόλεμον, ἐπὶ τούτῳ μάλιστα ἐσεμνύνετο τῷ στρατηγήματι, καὶ τὰς εἰκόνας τὰς ὑπὸ τοῦ δήμου δοθείσας αὐτῷ καθίστανεν ἐχούσας τοῦτο τὸ σχῆμα.
至于查布里亚斯,虽然他在战争中立下了许多辉煌的功绩,但最以此战术为傲,并让民众赠送给他的雕像都保持这种姿态。
§15.33.5οἱ δὲ Θηβαῖοι μετὰ τὴν ἀπαλλαγὴν τὴν Ἀγησιλάου στρατεύσαντες ἐπὶ Θεσπιὰς τὴν μὲν προφυλακήν, οὖσαν ἀνδρῶν διακοσίων, ἀνεῖλον, τῇ δὲ πόλει προσβολὰς συνεχεῖς ποιούμενοι, καὶ μηδὲν ἀξιόλογον πράξαντες, ἀπῆγον τὴν δύναμιν εἰς τὰς Θήβας.
忒拜人在阿格西劳斯撤离后,出兵攻打忒斯皮埃,消灭了由两百人组成的前哨部队,但他们对该城发动了连续进攻,却没有取得任何值得一提的战果,便将军队撤回了忒拜。
§15.33.6Φοιβίδας δὲ ὁ Λακεδαιμόνιος, ἔχων ἀξιόλογον φρουρὰν ἐν ταῖς Θεσπιαῖς, ἐκχυθεὶς ἐκ τῆς πόλεως καὶ προπετῶς τοῖς ἀποχωροῦσι Θηβαίοις ἐπιθέμενος, τῶν μὲν στρατιωτῶν ἀπέβαλε πλείους τῶν πεντακοσίων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλοῖς ἐναντίοις τραύμασι περιπεσὼν ἡρωικῶς κατέστρεψε τὸν βίον.
斯巴达人腓比达斯在忒斯皮埃拥有一支相当规模的守备队,他冲出城市,轻率地向撤退的忒拜人发起进攻,结果失去了五百多名士兵,而他自己虽英勇奋战,却身负多处正面创伤,英雄般地结束了生命。

词汇与语法注释

  1. 15.33.1εἰ δʼ αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομένειν τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ πταῖσαι — 条件从句 `εἰ ... ἐβιάσατο`(直陈式过去不定时)与主句 `ἴσως 键盘 ἂν ... δύναιντο`(`ἄν` + 祈愿式现在时)的结合构成了一个混合条件句。它表示从过去的假设(“如果当时强行……”)向其可能产生的结果(“也许可能会失败”)的转变。在间接引语的语境中,这可能是直接引语中过去虚拟直陈式(`ἂν ἐδύναντο`)向祈愿式的转变,或者是说话者表达由过去行为引起的一种当前可能性。
  2. 15.33.3ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν — 形容词 `ἀγαθή` 后面接不定式 `σφῆλαι` 和 `διδάξαι`,表示“擅长做某事”或“倾向于做某事”的结构(形容词后修饰行为倾向的不定式用法)。在这里,`τύχη`(命运)被拟人化,陈述了命运擅长击碎傲慢者并予以教训的普遍真理。
  3. 15.33.4πολλῶν καὶ καλῶν αὐτῷ πεπραγμένων κατὰ πόλεμον — 短语 `πολλῶν καὶ καλῶν ... πεπραγμένων` 是属格绝对结构。代词与格 `αὐτῷ` 作为行为者与格,与完成时被动分词 `πεπραγμένων` 连用,表示“许多辉煌的功绩已由他完成”。这种行为者与格在完成时被动语态中是标准的语法现象。
  4. 15.33.6πολλοῖς ἐναντίοις τραύμασι περιπεσὼν — 形容词 `ἐναντίοις` 意为“面对的、相反的、正面的”。在这里,它强调这些伤口是在面对敌人时正面受到的,而不是在逃跑时背部受到的耻辱之伤,因此意为“许多正面(光荣的)创伤”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.33.1-15.33.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.33.1-15.33.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。