§15.34.1οὐ πολλῷ δʼ ὕστερον χρόνῳ πάλιν τῶν Λακεδαιμονίων τῇ αὐτῇ δυνάμει στρατευσάντων ἐπὶ τὰς Θήβας, οἱ μὲν Θηβαῖοι δυσχωρίας τινὰς ἑτέρας καταλαμβανόμενοι διεκώλυον μὲν τοὺς πολεμίους λεηλατεῖν τὴν χώραν, κατὰ στόμα δὲ πρὸς ἅπασαν τὴν δύναμιν ἐν τοῖς πεδίοις οὐκ ἐτόλμων παρατάξασθαι.
それから間もなくして、スパルタ人が再び同じ軍勢でテーバイへ遠征したとき、テーバイ人は別の険しい地をいくつか占拠して、敵が国土を略奪するのを防ぎはしたものの、平野において全軍に対して正面から対峙する勇気はなかった。
§15.34.2τοῦ δʼ Ἀγησιλάου προσμαχομένου συγκατέβησαν ἐκ τοῦ κατʼ ὀλίγον πρὸς τὸν ἀγῶνα.
しかしアゲシラオスが攻撃を仕掛けると、彼らは徐々に戦闘へと引き込まれていった。
γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Ἀγησίλαον προετέρουν, μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς πόλεως Θηβαίων ἐκχυθέντων πανδημεί, θεωρῶν τὸ πλῆθος τῶν ἐπιρρεόντων ὁ Ἀγησίλαος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης.
そして激しい戦闘が長い時間行われ、最初はアゲシラオスの率いる兵たちが優勢であったが、その後、都市からテーバイ人たちが総出で溢れ出てきたので、押し寄せる群衆を見て、アゲシラオスはラッパによって兵士たちを戦闘から呼び戻した。
οἱ δὲ Θηβαῖοι, δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων, τρόπαιόν τε ἔστησαν καὶ τὸ λοιπὸν κατεθάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως.
テーバイ人たちは、そのとき初めて自分たちがスパルタ人より劣っていないと考え、戦勝記念碑を建て、それ以降はスパルタ人の軍勢に対して自信を深めた。
§15.34.3τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος·
さて、陸上部隊に関する事柄はこのような結末を迎えた。
τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐγένετο μεγάλη ναυμαχία μεταξὺ Νάξου καὶ Πάρου διὰ τοιαύτας αἰτίας.
一方、海上部隊については、ほぼ同じ時期に、ナクソスとパロスの間で次のような理由によって大規模な海戦が起こった。
Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος, πυθόμενος σίτου πλῆθος ἐν ὁλκάσι παρακομίζεσθαι τοῖς Ἀθηναίοις, ἐφήδρευε καὶ παρετήρει τὸν κατάπλουν τῆς κομιζομένης ἀγορᾶς, διανοούμενος ἐπιθέσθαι ταῖς ὁλκάσιν.
スパルタ人の提督ポリスは、アテナイ人のために商船で大量の穀物が運ばれていることを知り、商船を襲撃するつもりで、運ばれてくる物資の入港を待ち伏せ、監視していた。
ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στόλον παραφυλάξοντα τὴν σιτοπομπίαν, ὃς καὶ διέπεμψεν εἰς τὸν Πειραιέα τὴν κομιζομένην ἀγοράν.
これを知ったアテナイの民衆は、穀物輸送船団を護衛するために艦隊を派遣し、その艦隊は運ばれてくる物資を無事にペイライエウスへと送り届けた。
§15.34.4μετὰ δὲ ταῦτα Χαβρίας μὲν ὁ τῶν Ἀθηναίων ναύαρχος μετὰ τοῦ στόλου παντὸς πλεύσας ἐπὶ τὴν Νάξον συνεστήσατο πολιορκίαν.
この後、アテナイ人の提督チャブリアスは全艦隊を率いてナクソスへと航行し、包囲戦を開始した。
προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανάς, καὶ διὰ τούτων σαλεύσας τὰ τείχη, σπουδὴν εἰσεφέρετο βίᾳ κρατῆσαι τῆς πόλεως.
彼は城壁に攻城兵器を近づけ、それらによって城壁を破壊し、武力によって都市を占領しようと熱心に努めた。
ἅμα δὲ τούτοις πραττομένοις Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος κατέπλευσε βοηθήσων τοῖς Ναξίοις.
これらのことが行われている最中、スパルタ人の提督ポリスがナクソス人を救援するために航行してきた。
γενομένης δὲ φιλοτιμίας ἀμφότεροι συγκατέβησαν εἰς ναυμαχίαν, καὶ τὰς ναῦς διατάξαντες ἐπέπλεον ἀλλήλοις.
対抗心が燃え上がり、両者は海戦に臨み、船を整列させて互いに進撃した。
§15.34.5εἶχε δὲ τριήρεις ὁ μὲν Πόλλις ἑξήκοντα καὶ πέντε, ὁ δὲ Χαβρίας ὀγδοήκοντα καὶ τρεῖς.
ポリスは65隻の三段櫂船を擁し、チャブリアスは83隻を擁していた。
ἐπιπλεουσῶν δὲ τῶν νεῶν ἀλλήλαις, Πόλλις μὲν ἡγούμενος τοῦ δεξιοῦ κέρως πρῶτος ἐνέβαλε ταῖς ἀντιτεταγμέναις τριήρεσιν ἐπὶ τοῦ λαιοῦ κέρατος, ὧν ἡγεῖτο Κήδων ὁ Ἀθηναῖος·
船が互いに近づくなか、右翼を率いるポリスが、アテナイ人のケドンが率いる左翼の対峙する三段櫂船に最初に突撃した。
ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Κήδωνα διέφθειρε καὶ τὴν ναῦν κατεβύθισεν·
彼は見事に戦い、ケドン自身を討ち取り、その船を沈没させた。
ὁμοίως δὲ καὶ ταῖς ἄλλαις συμβαλὼν καὶ τοῖς ἐμβόλοις ἀναρρήττων, ἃς μὲν διέφθειρεν, ἃς δὲ φυγεῖν ἠνάγκασεν.
同様に、他の船にも衝突し、衝角で突き破って、あるものは破壊し、あるものは敗走させた。
ἃ δὴ κατιδὼν ὁ Χαβρίας, καὶ μέρος τῶν περὶ αὐτὸν νεῶν ἐκπέμψας, ἐβοήθησε τοῖς πιεζομένοις καὶ τὴν ἧτταν τῶν ἰδίων διωρθώσατο, αὐτὸς δʼ ἔχων τὸ κράτιστον τοῦ στόλου καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφθειρεν, οὐκ ὀλίγας δʼ αἰχμαλώτους ἔλαβεν.
これを目にしたチャブリアスは、自身の周囲の船の一部を派遣して、苦戦している味方を救援し、味方の敗色を挽回した。 そして自身は艦隊の精鋭を率いて勇猛に戦い、多くの三段櫂船を破壊し、少なからぬ数を捕獲した。