§15.33.1οἱ δὲ συνόντες τῷ Ἀγησιλάῳ Σπαρτιᾶται σύμβουλοι καὶ οἱ τὰς ἡγεμονίας ἔχοντες ἐθαύμαζον, πῶς δραστικὸς εἶναι δοκῶν Ἀγησίλαος καὶ μείζονα καὶ δυναμικωτέραν ἔχων τὴν δύναμιν οὐ διηγωνίσατο πρὸς τοὺς πολεμίους.
アゲシラオスを補佐するスパルタ人の顧問たち、および指揮権を持つ者たちは、アゲシラオスが果敢な人物と思われている上に、より大きく強力な軍勢を率いているにもかかわらず、なぜ敵と決戦を行わなかったのか不思議に思った。
πρὸς οὓς ὁ Ἀγησίλαος ἀπεκρίθη, νῦν μὲν ἀκινδύνως τοὺς Λακεδαιμονίους νενικηκέναι·
彼らに対し、アゲシラオスは、今やスパルタ人は危険を冒すことなく勝利したのだと答えた。
πορθουμένῃ γὰρ τῇ χώρᾳ μὴ τετολμηκέναι τοὺς Βοιωτοὺς βοηθῆσαι·
すなわち、土地が略奪されているのに、ボイオティア人は敢えて救援に来ようとしなかったからである。
εἰ δʼ αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομένειν τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ πταῖσαι κατὰ τὸν κίνδυνον οἱ Λακεδαιμόνιοι.
しかし、敵自らが勝利を譲り渡したのに、もし敵に戦いを強制したならば、運命の不条理によって、おそらくスパルタ人もその戦いにおいて敗北を喫することがあり得ただろう、と。
§15.33.2τότε μὲν οὖν διὰ τῆς ἀποκρίσεως ταύτης ἔδοξε μετρίως κατεστοχάσθαι τὸ δυνάμενον ἀποβῆναι, ὕστερον δὲ διὰ τῶν ἀποτελεσμάτων ἔδοξεν οὐκ ἀνθρωπίνην ἀπόφασιν, ἀλλὰ θεῖόν τινα χρησμὸν εἰρηκέναι.
そのときは、この返答によって、彼は起こり得る結果を的確に見通したように思われたが、後にはその結果によって、彼が語ったのは人間としての意見ではなく、何か神の託宣であったと思われるようになった。
οἱ γὰρ Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως στρατεύσαντες ἐπὶ Θηβαίους, καὶ συναναγκάσαντες αὐτοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίσασθαι, μεγάλῃ συμφορᾷ περιέπεσον.
というのも、スパルタ人は大軍を率いてテーバイ人に遠征し、彼らに自由のために戦うことを余余儀なくさせた結果、大いなる災厄に見舞われたからである。
§15.33.3τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηθέντες πολλοὺς ἀπώλεσαν τῶν πολιτῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσε·
まず第一に、レウクトラで敗北して多くの市民を失い、その中には彼らの王クレオンブロトスも戦死した。
μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πολεμήσαντες τοῖς ὅλοις ἐσφάλησαν καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον.
その後、マンティネイアのあたりで戦って完全に破滅し、覇権を予期せず失った。
ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν.
なぜなら、運命というものは傲慢な者を予期せぬ形で挫き、過度の期待を抱かないよう教えるのが得意だからである。
ὁ γοῦν Ἀγησίλαος ἐχεφρόνως ἀρκεσθεὶς τῷ πρώτῳ προτερήματι, τὴν δύναμιν ἀσινῆ διεφύλαξεν.
ともあれ、アゲシラオスは賢明にも最初の優勢に満足し、軍勢を無傷に保った。
§15.33.4μετὰ δὲ ταῦτα ὁ μὲν Ἀγησίλαος μετὰ τῆς δυνάμεως ἐπανῆλθεν εἰς τὴν Πελοπόννησον, οἱ δὲ Θηβαῖοι διὰ τὴν Χαβρίου στρατηγίαν σωθέντες ἐθαύμασαν τἀνδρὸς τὴν ἐν τῷ στρατηγήματι ἀγχίνοιαν.
この後、アゲシラオスは軍勢とともにペロポネソスに帰還した。 一方、テーバイ人はチャブリアスの将才によって救われたため、彼のこの計略における機知を称賛した。
ὁ δὲ Χαβρίας, πολλῶν καὶ καλῶν αὐτῷ πεπραγμένων κατὰ πόλεμον, ἐπὶ τούτῳ μάλιστα ἐσεμνύνετο τῷ στρατηγήματι, καὶ τὰς εἰκόνας τὰς ὑπὸ τοῦ δήμου δοθείσας αὐτῷ καθίστανεν ἐχούσας τοῦτο τὸ σχῆμα.
チャブリアス自身、戦争において多くの輝かしい功績を成し遂げていたが、この計略を最も誇りとしており、民衆から彼に贈られた彫像を、この姿勢をとる形で設置させた。
§15.33.5οἱ δὲ Θηβαῖοι μετὰ τὴν ἀπαλλαγὴν τὴν Ἀγησιλάου στρατεύσαντες ἐπὶ Θεσπιὰς τὴν μὲν προφυλακήν, οὖσαν ἀνδρῶν διακοσίων, ἀνεῖλον, τῇ δὲ πόλει προσβολὰς συνεχεῖς ποιούμενοι, καὶ μηδὲν ἀξιόλογον πράξαντες, ἀπῆγον τὴν δύναμιν εἰς τὰς Θήβας.
テーバイ人はアゲシラオスの撤退後、テスピアイへ遠征し、200人からなる前衛部隊を殲滅した。 しかし、その都市に対して度重なる攻撃を行ったものの、特筆すべき成果を上げることができず、軍勢をテーバイに引き揚げさせた。
§15.33.6Φοιβίδας δὲ ὁ Λακεδαιμόνιος, ἔχων ἀξιόλογον φρουρὰν ἐν ταῖς Θεσπιαῖς, ἐκχυθεὶς ἐκ τῆς πόλεως καὶ προπετῶς τοῖς ἀποχωροῦσι Θηβαίοις ἐπιθέμενος, τῶν μὲν στρατιωτῶν ἀπέβαλε πλείους τῶν πεντακοσίων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλοῖς ἐναντίοις τραύμασι περιπεσὼν ἡρωικῶς κατέστρεψε τὸν βίον.
一方、スパルタ人のポイビダスはテスピアイにかなりの規模の守備隊を率いていたが、都市から打って出て、退却するテーバイ人に軽率にも攻撃を仕掛けた。 その結果、兵士のうち500人以上を失い、自身も目覚ましく戦ったものの、正面から多くの傷を負って英雄的にその生涯を終えた。