Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.32.1-15.32.6

阿格西劳斯入侵波希亚与查布里亚斯的防线

第 444 段,共 723 段 · 希腊语

内容简介

阿格西劳斯率领斯巴达及盟国军队进军波希亚,并在忒斯皮埃附近安营。在雅典人增援下的忒拜军队占领山丘以待敌军,而阿格西劳斯对雅典将军查布里亚斯所命的独特防守姿态大为惊叹,决定不强攻高地,转而蹂躏该地。

§15.32.1ὁ δʼ Ἀγησίλαος προαγαγὼν τὴν δύναμιν, ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων τοὺς σύμπαντας στρατιώτας πλείους τῶν μυρίων ὀκτακισχιλίων, ὧν ἦσαν αἱ Λακεδαιμονίων πέντε μόραι· τὴν δὲ μόραν ἀναπληροῦσιν ἄνδρες πεντακόσιοι.
阿格西劳斯率军前进,抵达波希亚,他总共拥有超过一万八千名士兵,其中包括斯巴达人的五个“莫拉”;一个“莫拉”由五百人组成。
ὁ δὲ Σκιρίτης καλούμενος λόχος παρὰ τοῖς Σπαρτιάταις οὐ συντάττεται μετὰ τῶν ἄλλων, ἀλλʼ ἰδίαν ἔχων σύστασιν μετὰ τοῦ βασιλέως ἵσταται, καὶ παραβοηθεῖ τοῖς αἰεὶ θλιβομένοις μέρεσι· συνεστὼς δʼ ἐξ ἐπιλέκτων ἀνθρώπων μεγάλας ποιεῖται ῥοπὰς ἐν ταῖς παρατάξεσι καὶ κατὰ τὸ πλεῖστον αἴτιος γίνεται τῆς νίκης.
在斯巴达人中被称为“斯基里蒂斯”的营队不与其他部队合编,而是保持独立的编制,守卫在国王身边,并随时对陷入困境的部队进行增援;该部队由精选的士兵组成,在战场上起着举足轻重的作用,且在大多数情况下是获胜的主因。
ἱππεῖς δʼ εἶχεν ὁ Ἀγησίλαος χιλίους καὶ πεντακοσίους.
此外,阿格西劳斯还拥有一千五百名骑兵。
§15.32.2οὗτος μὲν οὖν παραγενόμενος εἰς πόλιν Θεσπιάς, φρουρουμένην ὑπὸ Λακεδαιμονίων, πλησίον ταύτης κατεστρατοπέδευσε, καὶ τοὺς στρατιώτας ἐφʼ ἡμέρας τινὰς ἀνελάμβανεν ἐκ τῆς κακοπαθείας.
于是,他来到由斯巴达人驻守的忒斯皮埃城,并在其附近安营扎寨,让士兵们休整几天以从劳累中恢复。
Ἀθηναῖοι δὲ πυθόμενοι τὴν τῶν Λακεδαιμονίων παρουσίαν εἰς τὴν Βοιωτίαν, εὐθὺς ἐβοήθουν εἰς τὰς Θήβας, ἔχοντες πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ διακοσίους.
雅典人获悉斯巴达人已进入波希亚,便立即前往忒拜增援,他们拥有五千名步兵和两百名骑兵。
§15.32.3τούτων δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς ἕνα τόπον, οἱ μὲν Θηβαῖοι λόφον τινὰ κατελάβοντο παραμήκη, σταδίους ἀπέχοντα τῆς πόλεως εἴκοσι, καὶ πρόβλημα ποιησάμενοι τὰς δυσχωρίας ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον· τὴν γὰρ Ἀγησιλάου δόξαν καταπεπληγμένοι, τὸν ἐν τοῖς πεδίοις ἐξ ἴσου κίνδυνον ὑπομένειν εὐλαβοῦντο.
当这些军队聚集在同一地点时,忒拜人占领了一座距离城市二十斯塔德的长形山丘,并以险要的地形为屏障,等待敌人的进攻;因为他们对阿格西劳斯的名声深感畏惧,不愿在平原上进行势均力敌的冒险。
§15.32.4ὁ δʼ Ἀγησίλαος συντεταγμένῃ τῇ δυνάμει προάγων ἐπὶ τοὺς Βοιωτούς, ὡς ἤγγισε τοῖς πολεμίοις, τὸ μὲν πρῶτον τοὺς ψιλοὺς ἐπαφῆκε τοῖς ἐναντίοις, πειρώμενος πῶς ἔχουσι πρὸς τὴν μάχην.
阿格西劳斯列阵向波希亚人进军,当他接近敌人时,起初派出了轻装步兵去迎击对手,以试探他们对战斗的态度。
ἀποκρουσαμένων δὲ αὐτοὺς τῶν Θηβαίων ῥᾳδίως ἐκ τόπων ὑπερδεξίων, ἐπήγαγε πᾶσαν ἐπʼ αὐτοὺς τὴν δύναμιν συντεταγμένην καταπληκτικῶς.
在忒拜人利用高地优势轻易击退他们后,他率领全军以极其威严的阵势压向他们。
§15.32.5Χαβρίας δʼ ὁ Ἀθηναῖος τῶν μισθοφόρων ἀφηγούμενος παρήγγειλε τοῖς στρατιώταις δέχεσθαι τοὺς πολεμίους καταπεφρονηκότως ἅμα καὶ τεταγμένως, καὶ τὰς ἀσπίδας πρὸς τὸ γόνυ κλίναντας ὀρθῷ τῷ δόρατι μένειν.
统率雇佣兵的雅典人查布里亚斯命令士兵们,既要轻视敌人,又要保持整齐的队列来迎击,并且将盾牌靠在膝盖上,保持长矛直立,原地待命。
§15.32.6ὧν ποιησάντων τὸ προσταχθὲν ὥσπερ ἀφʼ ἑνὸς παρακελεύσματος, ὁ Ἀγησίλαος θαυμάσας τήν τε εὐταξίαν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν, τὸ μὲν βιάζεσθαι πρὸς ὑπερδεξίους τόπους καὶ συναναγκάζειν τοὺς ἐναντίους ἄνδρας ἀγαθοὺς γίνεσθαι πρὸς τὸν ἐκ χειρὸς κίνδυνον οὐκ ἔκρινε, πεῖραν δὲ λαβὼν ὅτι τολμήσουσιν ἀναγκαζόμενοι διαγωνίσασθαι περὶ τῆς νίκης, ἐν τῷ πεδίῳ προεκαλεῖτο.
当他们仿佛听到统一的号令一般完成了所命令的动作时,阿格西劳斯对敌人的严整纪律和蔑视态度大为惊叹,他认为不应强攻高地,也不应强迫对方的勇士在肉搏战中拼死一搏。 由于他已经证实了敌人在被迫时会为了胜利而拼死决战,于是在平原上向他们挑战。
οὐ συγκαταβαινόντων δὲ τῶν Θηβαίων, τὴν μὲν φάλαγγα τῶν πεζῶν ἀπήγαγε, τοὺς δʼ ἱππεῖς καὶ τὰ ψιλικὰ τῶν ταγμάτων ἐξαποστείλας ἐπόρθησε τὴν χώραν ἀδεῶς καὶ πολλῶν λαφύρων ἐγκρατὴς ἐγένετο.
在忒拜人没有下山迎战的情况下,他撤回了步兵方阵,但派遣骑兵和轻装部队毫无顾忌地蹂躏了该地区,并夺取了大量战利品。

词汇与语法注释

  1. 15.32.1ὧν — 关系代词 ὧν(复数属格)在此处作为部分属格,指代前文的“一万八千多名士兵”(πλείους τῶν μυρίων ὀκτακισχιλίων)。
  2. 15.32.5κλίναντας — 阳性复数宾格分词,与不定式 μένειν 的逻辑主语 τοὺς στρατιώτας(宾格)保持一致。
  3. 15.32.6ὧν ποιησάντων τὸ προσταχθὲν — 这是一个包含关系代词的属格独立结构(relative connection with genitive absolute)。关系代词 ὧν 作为属格主语指代士兵们,与分词 ποιησάντων 连用。
  4. 15.32.6τὸ μὲν βιάζεσθαι ... οὐκ ἔκρινε — 带冠词的不定式 τὸ βιάζεσθαι(以及与之并列的 καὶ συναναγκάζειν)作为动词 ἔκρινε 的直接宾语,表示“判定不应当强攻……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.32.1-15.32.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.32.1-15.32.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。