§15.32.1ὁ δʼ Ἀγησίλαος προαγαγὼν τὴν δύναμιν, ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων τοὺς σύμπαντας στρατιώτας πλείους τῶν μυρίων ὀκτακισχιλίων, ὧν ἦσαν αἱ Λακεδαιμονίων πέντε μόραι·
アゲシラオスは軍を進めてボイオティアに入った。 彼の率いる兵士は総勢で1万8千人を超え、その中にはスパルタの5つのモラが含まれていた。
τὴν δὲ μόραν ἀναπληροῦσιν ἄνδρες πεντακόσιοι.
1つのモラは500人の男たちで構成されている。
ὁ δὲ Σκιρίτης καλούμενος λόχος παρὰ τοῖς Σπαρτιάταις οὐ συντάττεται μετὰ τῶν ἄλλων, ἀλλʼ ἰδίαν ἔχων σύστασιν μετὰ τοῦ βασιλέως ἵσταται, καὶ παραβοηθεῖ τοῖς αἰεὶ θλιβομένοις μέρεσι·
スパルタ人の間で「スキリティス」と呼ばれる部隊は、他と一緒の隊列には加わらず、独自の編成を持って王の傍らに立ち、常に危機に瀕している箇所を救援する。
συνεστὼς δʼ ἐξ ἐπιλέκτων ἀνθρώπων μεγάλας ποιεῖται ῥοπὰς ἐν ταῖς παρατάξεσι καὶ κατὰ τὸ πλεῖστον αἴτιος γίνεται τῆς νίκης.
これは選り抜きの男たちから構成されており、戦列において大きな決定力を持ち、多くの場合に勝利の主因となる。
ἱππεῖς δʼ εἶχεν ὁ Ἀγησίλαος χιλίους καὶ πεντακοσίους.
また、アゲシラオスは1千5百人の騎兵を擁していた。
§15.32.2οὗτος μὲν οὖν παραγενόμενος εἰς πόλιν Θεσπιάς, φρουρουμένην ὑπὸ Λακεδαιμονίων, πλησίον ταύτης κατεστρατοπέδευσε, καὶ τοὺς στρατιώτας ἐφʼ ἡμέρας τινὰς ἀνελάμβανεν ἐκ τῆς κακοπαθείας.
こうして彼はスパルタ人の守備隊が置かれているテスピアイの街に到着し、その近くに陣を張って、兵士たちを数日間の疲労から回復させた。
Ἀθηναῖοι δὲ πυθόμενοι τὴν τῶν Λακεδαιμονίων παρουσίαν εἰς τὴν Βοιωτίαν, εὐθὺς ἐβοήθουν εἰς τὰς Θήβας, ἔχοντες πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ διακοσίους.
一方、アテネ人はスパルタ人がボイオティアに現れたことを知ると、直ちにテーバイを救援するために赴いた。 彼らの兵力は歩兵5千人、騎兵2百人であった。
§15.32.3τούτων δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς ἕνα τόπον, οἱ μὲν Θηβαῖοι λόφον τινὰ κατελάβοντο παραμήκη, σταδίους ἀπέχοντα τῆς πόλεως εἴκοσι, καὶ πρόβλημα ποιησάμενοι τὰς δυσχωρίας ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον·
これらの軍勢が1つの場所に集まると、テーバイ人は市から20スタディオン離れた細長い丘を占領し、その険しい地形を防壁として敵の襲撃を待った。
τὴν γὰρ Ἀγησιλάου δόξαν καταπεπληγμένοι, τὸν ἐν τοῖς πεδίοις ἐξ ἴσου κίνδυνον ὑπομένειν εὐλαβοῦντο.
彼らはアゲシラオスの名声に圧倒されており、平野で互角の危険を冒すことを警戒していたからである。
§15.32.4ὁ δʼ Ἀγησίλαος συντεταγμένῃ τῇ δυνάμει προάγων ἐπὶ τοὺς Βοιωτούς, ὡς ἤγγισε τοῖς πολεμίοις, τὸ μὲν πρῶτον τοὺς ψιλοὺς ἐπαφῆκε τοῖς ἐναντίοις, πειρώμενος πῶς ἔχουσι πρὸς τὴν μάχην.
アゲシラオスは軍の隊列を整えてボイオティア人の方へ進み、敵に近づくと、まず最初は軽装歩兵を敵に向けて送り出し、彼らが戦闘に対してどのような備えをしているかを試した。
ἀποκρουσαμένων δὲ αὐτοὺς τῶν Θηβαίων ῥᾳδίως ἐκ τόπων ὑπερδεξίων, ἐπήγαγε πᾶσαν ἐπʼ αὐτοὺς τὴν δύναμιν συντεταγμένην καταπληκτικῶς.
しかし、テーバイ人が高地から彼らを容易に撃退したため、彼は全軍を整然と、威圧的に彼らに向けて前進させた。
§15.32.5Χαβρίας δʼ ὁ Ἀθηναῖος τῶν μισθοφόρων ἀφηγούμενος παρήγγειλε τοῖς στρατιώταις δέχεσθαι τοὺς πολεμίους καταπεφρονηκότως ἅμα καὶ τεταγμένως, καὶ τὰς ἀσπίδας πρὸς τὸ γόνυ κλίναντας ὀρθῷ τῷ δόρατι μένειν.
アテネ人のチャブリアスは傭兵たちを率いていたが、兵士たちに、敵を侮るような態度をとりつつも整然と迎え撃つこと、そして盾を膝に立てかけ、槍を直立させたまま待機することを命じた。
§15.32.6ὧν ποιησάντων τὸ προσταχθὲν ὥσπερ ἀφʼ ἑνὸς παρακελεύσματος, ὁ Ἀγησίλαος θαυμάσας τήν τε εὐταξίαν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν, τὸ μὲν βιάζεσθαι πρὸς ὑπερδεξίους τόπους καὶ συναναγκάζειν τοὺς ἐναντίους ἄνδρας ἀγαθοὺς γίνεσθαι πρὸς τὸν ἐκ χειρὸς κίνδυνον οὐκ ἔκρινε, πεῖραν δὲ λαβὼν ὅτι τολμήσουσιν ἀναγκαζόμενοι διαγωνίσασθαι περὶ τῆς νίκης, ἐν τῷ πεδίῳ προεκαλεῖτο.
兵士たちが命令されたことをまるで一斉の号令によるかのように実行すると、アゲシラオスは敵の優れた規律と不敵さを称賛し、高地に対して強行突破を試みて、接近戦という危険において敵の勇敢な男たちと強制的に戦うことは得策ではないと判断した。 そして、追い詰められれば彼らが勝利を目指して徹底的に戦う覚悟があることを見て取ったため、平野での決戦を呼びかけた。
οὐ συγκαταβαινόντων δὲ τῶν Θηβαίων, τὴν μὲν φάλαγγα τῶν πεζῶν ἀπήγαγε, τοὺς δʼ ἱππεῖς καὶ τὰ ψιλικὰ τῶν ταγμάτων ἐξαποστείλας ἐπόρθησε τὴν χώραν ἀδεῶς καὶ πολλῶν λαφύρων ἐγκρατὴς ἐγένετο.
しかしテーバイ人が降りてこなかったため、彼は歩兵のファランクスを引き揚げさせ、騎兵と軽装兵の部隊を派遣してその地域を恐れることなく略奪し、多くの戦利品を手に入れた。