Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.31.1-15.31.4

斯巴达重整同盟与阿格西劳斯统军

第 443 段,共 723 段 · 希腊语

内容简介

斯巴达人为了防止盟友倒戈而转向温和政策,并将整支盟军的兵力和义务划分为十个部分,同时任命在波斯远征中功勋卓著的名将阿格西劳斯国王为总指挥官。

§15.31.1οἱ δὲ ὁρῶντες τὴν τῶν συμμάχων ὁρμὴν πρὸς τὴν ἀπόστασιν ἀκατάσχετον οὖσαν, ἐπαύσαντο τῆς προϋπαρχούσης βαρύτητος καὶ ταῖς πόλεσι φιλανθρώπως προσεφέροντο.
斯巴达人看到盟友们倒戈的势头不可阻挡,便改变了以往的高压态度,转而以宽厚的态度对待各城市。
τοιαύταις δʼ ὁμιλίαις καὶ εὐεργεσίαις χρησάμενοι εὐνουστέρους ἅπαντας τοὺς συμμάχους κατεσκεύασαν.
通过这种交往和恩惠,他们使所有的盟友都变得更加顺从。
ὁρῶντες δὲ τὸν πόλεμον αὐξόμενον καὶ πολλῆς ἐπιμελείας ἐπιδεόμενον, τάς τε ἄλλας παρασκευὰς ἐποιοῦντο φιλοτίμως καὶ τὴν διάταξιν καὶ τὴν διαίρεσιν τῶν στρατιωτῶν καὶ λειτουργιῶν περιττότερον ἐξειργάσαντο.
他们看到战争规模在扩大且需要极大的关注,便热切地进行了其他各项准备,并对士兵及公共义务的部署和分工进行了更为精细的规划。
§15.31.2τάς τε γὰρ πόλεις καὶ τοὺς καταλεγομένους στρατιώτας εἰς τὸν πόλεμον διεῖλαν εἰς δέκα μέρη· τούτων δὲ πρώτην ἐπεῖχον μερίδα Λακεδαιμόνιοι, δευτέραν δὲ καὶ τρίτην Ἀρκάδες, τετάρτην δʼ Ἠλεῖοι, πέμπτην δʼ Ἀχαιοί· καὶ τὴν μὲν ἕκτην ἐπλήρουν Κορίνθιοι καὶ Μεγαρεῖς, τὴν δʼ ἑβδόμην Σικυώνιοι καὶ Φλιάσιοι καὶ οἱ τὴν Ἀκτὴν καλουμένην οἰκοῦντες, τὴν δʼ ὀγδόην Ἀκαρνᾶνες, ἐνάτην δὲ Φωκεῖς καὶ Λοκροί, τὴν δʼ ἐπὶ πᾶσιν Ὀλύνθιοι καὶ οἱ ἐπὶ Θρᾴκης κατοικοῦντες σύμμαχοι.
因为他们把各城市和登记参加战争的士兵划分为十个部分:其中,斯巴达人占第一部分,阿卡迪亚人占第二和第三部分,伊利斯人占第四部分,亚该亚人占第五部分;第六部分由科林斯人和麦加拉人填补,第七部分由西锡安人、弗利亚斯人以及居住在被称为阿克特地区的人,第八部分由阿卡纳尼亚人,第九部分由福基斯人和洛克里斯人填补,最后一部分则由奥林索斯人和居住在色雷斯地区的盟友占领。
ἦν δʼ αὐτοῖς ὁ μὲν ὁπλίτης πρὸς δύο ψιλοὺς τεταγμένος, ὁ δʼ ἱππεὺς πρὸς τέτταρας ὁπλίτας ἰσαζόμενος.
在他们之中,一名重装步兵相当于两名轻装步兵,而一名骑兵则等同于四名重装步兵。
§15.31.3τοιαύτης δὲ τῆς συντάξεως οὔσης, ἡγεῖτο τῆς στρατιᾶς Ἀγησίλαος ὁ βασιλεύς· περιβόητος δʼ ἦν ἐπʼ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει καὶ σχεδὸν ἀνίκητος γεγονὼς ἐν τοῖς ἐπάνω χρόνοις.
在这种编制下,国王阿格西劳斯统领了军队;他因勇敢和军事谋略而闻名遐迩,在过去的岁月中几乎未尝败绩。
ἔν τε γὰρ τοῖς λοιποῖς πολέμοις ἐθαυμάσθη, καὶ καθʼ ὃν καιρὸν Λακεδαιμόνιοι ἐπολέμουν τοῖς Πέρσαις, παραταξάμενος καὶ πολλαπλασίονα δύναμιν νικήσας, πολλὴν τῆς Ἀσίας ἐπῆλθε κρατῶν τῶν ὑπαίθρων, καὶ πέρας, εἰ μὴ μετεπέμψαντο αὐτὸν οἱ Σπαρτιᾶται διά τινας πολιτικὰς χρείας, σχεδὸν ἂν καὶ τὴν ὅλην τῶν Περσῶν βασιλείαν εἰς τοὺς ἐσχάτους κινδύνους κατέστησεν.
在其他的战争中,他深受赞赏,而在斯巴达人与波斯人交战期间,他列阵击败了数倍于己的敌军,控制了野外并横扫了亚洲的大部分地区,最后,若非斯巴达人因某些政治需要而将他召回,他几乎会将整个波斯王国置于极度危险的境地。
§15.31.4ἦν γὰρ ὁ ἀνὴρ οὗτος δραστικὸς καὶ μετὰ συνέσεως πολλῆς θρασὺς καὶ παραβόλοις πράξεσι χρώμενος.
因为此人富有干劲,且在极具智慧的同时胆识过人,常采取冒险的行动。
διὸ καὶ τότε θεωροῦντες οἱ Σπαρτιᾶται τὸ μέγεθος τοῦ πολέμου προσδεόμενον ἡγεμόνος ἀξιολόγου, τοῦτον τοῦ πολέμου παντὸς ἡγεμόνα κατέστησαν.
因此在当时,斯巴达人看到战争规模之大需要一位杰出的领袖,便任命他为整场战争的统帅。

词汇与语法注释

  1. §15.31.1οἱ δὲ — 虽然前一节(§15.30.5)描述了雅典一方哈布里亚斯的军事行动,但这里的代词主语伴随连词 δέ 重新转回指代斯巴达人。
  2. §15.31.2ὁ μὲν ὁπλίτης πρὸς δύο ψιλοὺς τεταγμένος — 关于兵力的等效换算。这是盟国提供兵力(或军费)时计算负担比例的规定,指一名重装步兵等同于两名轻装步兵,而一名骑兵则等同于四名重装步兵。
  3. §15.31.3εἰ μὴ μετεπέμψαντο... ἂν... κατέστησεν — 过去事实相反的虚拟条件句。条件从句使用直说过去时(μετεπέμψαντο),结果从句使用 ἄν 加上直说过去时(κατέστησεν),强调由于他实际上被召回,因此并未真正将波斯帝国置于极度危险的境地。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.31.1-15.31.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.31.1-15.31.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。