§15.31.1οἱ δὲ ὁρῶντες τὴν τῶν συμμάχων ὁρμὴν πρὸς τὴν ἀπόστασιν ἀκατάσχετον οὖσαν, ἐπαύσαντο τῆς προϋπαρχούσης βαρύτητος καὶ ταῖς πόλεσι φιλανθρώπως προσεφέροντο.
スパルタ人は、同盟諸国の離反への衝動が抑えがたいものであるのを見て、これまでの威圧的な態度を改め、諸都市に対して寛大に接するようになった。
τοιαύταις δʼ ὁμιλίαις καὶ εὐεργεσίαις χρησάμενοι εὐνουστέρους ἅπαντας τοὺς συμμάχους κατεσκεύασαν.
彼らはこのような交際と恩恵を用いることで、すべての同盟諸国をより好意的なものにした。
ὁρῶντες δὲ τὸν πόλεμον αὐξόμενον καὶ πολλῆς ἐπιμελείας ἐπιδεόμενον, τάς τε ἄλλας παρασκευὰς ἐποιοῦντο φιλοτίμως καὶ τὴν διάταξιν καὶ τὴν διαίρεσιν τῶν στρατιωτῶν καὶ λειτουργιῶν περιττότερον ἐξειργάσαντο.
また、戦争が拡大し、多大なる注力を必要としているのを見て、他の準備も熱心に行うとともに、兵士と公共奉仕の配置および分担をより緻密に作り上げた。
§15.31.2τάς τε γὰρ πόλεις καὶ τοὺς καταλεγομένους στρατιώτας εἰς τὸν πόλεμον διεῖλαν εἰς δέκα μέρη·
すなわち、彼らは諸都市と戦争に動員される兵士を十の部分に分割した。
τούτων δὲ πρώτην ἐπεῖχον μερίδα Λακεδαιμόνιοι, δευτέραν δὲ καὶ τρίτην Ἀρκάδες, τετάρτην δʼ Ἠλεῖοι, πέμπτην δʼ Ἀχαιοί·
これらのうち、第一の部分をスパルタ人が占め、第二と第三をアルカディア人、第四をエリス人、第五をアカイア人が占めた。
καὶ τὴν μὲν ἕκτην ἐπλήρουν Κορίνθιοι καὶ Μεγαρεῖς, τὴν δʼ ἑβδόμην Σικυώνιοι καὶ Φλιάσιοι καὶ οἱ τὴν Ἀκτὴν καλουμένην οἰκοῦντες, τὴν δʼ ὀγδόην Ἀκαρνᾶνες, ἐνάτην δὲ Φωκεῖς καὶ Λοκροί, τὴν δʼ ἐπὶ πᾶσιν Ὀλύνθιοι καὶ οἱ ἐπὶ Θρᾴκης κατοικοῦντες σύμμαχοι.
そして、第六をコリント人とメガラ人が満たし、第七をシキオン人とプリアス人、および「アクテ」と呼ばれる地に住む人々が、第八をアカルナニア人が、第九をフォキス人とロクリス人が占め、最後の部分をオリンュトス人とトラキア地方に居住する同盟諸国が占めた。
ἦν δʼ αὐτοῖς ὁ μὲν ὁπλίτης πρὸς δύο ψιλοὺς τεταγμένος, ὁ δʼ ἱππεὺς πρὸς τέτταρας ὁπλίτας ἰσαζόμενος.
彼らにとって、重装歩兵一人は軽装歩兵二人分に配置され、騎兵一人は重装歩兵四人と同等と見なされていた。
§15.31.3τοιαύτης δὲ τῆς συντάξεως οὔσης, ἡγεῖτο τῆς στρατιᾶς Ἀγησίλαος ὁ βασιλεύς·
このような組織のもと、王アゲシラオスが軍を率いた。
περιβόητος δʼ ἦν ἐπʼ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει καὶ σχεδὸν ἀνίκητος γεγονὼς ἐν τοῖς ἐπάνω χρόνοις.
彼は勇気と将帥としての才知によって名高く、かつての時代においてほぼ無敵であった。
ἔν τε γὰρ τοῖς λοιποῖς πολέμοις ἐθαυμάσθη, καὶ καθʼ ὃν καιρὸν Λακεδαιμόνιοι ἐπολέμουν τοῖς Πέρσαις, παραταξάμενος καὶ πολλαπλασίονα δύναμιν νικήσας, πολλὴν τῆς Ἀσίας ἐπῆλθε κρατῶν τῶν ὑπαίθρων, καὶ πέρας, εἰ μὴ μετεπέμψαντο αὐτὸν οἱ Σπαρτιᾶται διά τινας πολιτικὰς χρείας, σχεδὸν ἂν καὶ τὴν ὅλην τῶν Περσῶν βασιλείαν εἰς τοὺς ἐσχάτους κινδύνους κατέστησεν.
実際、彼は他の戦争においても称賛され、スパルタ人がペルシア人と戦っていた時期には、戦列を整えて何倍もの軍勢を破り、野戦で優勢を保ちながらアジアの多くを席巻した。 そして最後には、もしスパルタ人が何らかの国内政治上の必要性のために彼を召還していなかったならば、ペルシア帝国全体をほぼ最大の危機に陥れたであろう。
§15.31.4ἦν γὰρ ὁ ἀνὴρ οὗτος δραστικὸς καὶ μετὰ συνέσεως πολλῆς θρασὺς καὶ παραβόλοις πράξεσι χρώμενος.
というのも、この男は実行力があり、多大な才知を伴って大胆であり、危険な行動を好んでとる者だったからである。
διὸ καὶ τότε θεωροῦντες οἱ Σπαρτιᾶται τὸ μέγεθος τοῦ πολέμου προσδεόμενον ἡγεμόνος ἀξιολόγου, τοῦτον τοῦ πολέμου παντὸς ἡγεμόνα κατέστησαν.
それゆえ、当時スパルタ人は、この戦争の規模が優れた指揮官を必要としているのを見て、彼をこの戦争全体の指揮官に任命した。