§15.27.1οἱ δʼ ἐν τῇ Καδμείᾳ φρουροῦντες παρακληθέντες ὑπὸ τῶν ἡγεμόνων εὐρώστως ἠμύνοντο τοὺς πολεμίους, ἐλπίζοντες συντόμως ἥξειν τοὺς Λακεδαιμονίους μετὰ μεγάλης δυνάμεως.
在卡德美亚驻守的人在指挥官的鼓励下,奋力抵抗敌人,寄希望于斯巴达人很快就会率大军前来。
ἕως μὲν οὖν εἶχον τροφὰς ἱκανάς, ἐνεκαρτέρουν τοῖς δεινοῖς, καὶ πολλοὺς τῶν πολιορκούντων ἀπέκτεινον καὶ κατετραυμάτιζον, συνεργὸν ἔχοντες τὴν τῆς ἀκροπόλεως ὀχυρότητα· ὡς δʼ ἡ μὲν τῶν ἀναγκαίων σπάνις ἐπέτεινεν, οἱ Λακεδαιμόνιοι δὲ περὶ τὰς παρασκευὰς ὄντες ἐχρόνιζον, ἐστασίαζον πρὸς ἀλλήλους.
因此,只要他们还有充足的粮食,他们就坚持忍受困境,并以卫城的险要为助力,杀死并击伤了许多围攻者;但当生活必需品的匮乏加剧,而斯巴达人因忙于准备而耽搁延误时,他们便开始相互发生内讧。
§15.27.2οἱ μὲν γὰρ Λακεδαιμόνιοι μέχρι θανάτου καρτερεῖν ᾤοντο δεῖν, οἱ δὲ ἀπὸ τῶν συμμαχίδων πόλεων συστρατεύσαντες, ὄντες πολλαπλάσιοι, παραδιδόναι τὴν Καδμείαν ἀπεφήναντο· συνηναγκάσθησαν δὲ καὶ οἱ ἐξ αὐτῆς τῆς Σπάρτης, ὄντες ὀλίγοι, παραχωρῆσαι τῆς ἀκροπόλεως.
因为斯巴达人认为应当坚持到死,但从同盟城市一同参军的人,人数是斯巴达人的数倍,则表明应该交出卡德美亚;而来自斯巴达本土的人,由于人数较少,也不得不妥协,让出卫城。
διόπερ οὗτοι μὲν ὑπόσπονδοι καθʼ ὁμολογίαν ἀφεθέντες εἰς τὴν Πελοπόννησον ἀπηλλάγησαν,
因此,这些人根据协定,在休战协议下获释,撤回了伯罗奔尼撒。
§15.27.3οἱ δὲ Λακεδαιμόνιοι δυνάμεσιν ἀξιολόγοις προσιόντες ἐπὶ τὰς Θήβας, καὶ βραχὺ τῶν καιρῶν ὑστερήσαντες, ἄπρακτον ἔσχον τὴν ἐπιβολήν.
与此同时,斯巴达人正率领相当规模的军队向忒拜开进,但因稍微错过了时机,使他们的企图未能得逞。
τοὺς δὲ ἡγεμόνας τῆς φρουρᾶς τρεῖς ὄντας μετέστησαν εἰς κρίσιν, καὶ τοὺς μὲν δύο κατεδίκασαν θανάτῳ, τὸν μέντοι τρίτον τοσούτῳ πλήθει χρημάτων, ὥστε μὴ δύνασθαι τὴν οὐσίαν αὐτοῦ τοσαῦτα χρήματα ἐκτῖσαι.
他们将守军的三名指挥官交付审判,将其中的两人判处死刑,然而对第三人则处以巨额罚款,以至于他的全部财产也无法偿还这笔巨款。
§15.27.4μετὰ δὲ ταῦτʼ Ἀθηναῖοι μὲν ἐπανῆλθον εἰς τὴν πατρίδα, Θηβαῖοι δὲ Θεσπιὰς πολιορκήσαντες ἄπρακτον ἔσχον τὴν ἐπιβολήν.
此后,雅典人返回了祖国,而忒拜人围攻了忒斯皮埃,但其企图未能得逞。
ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν ἐπὶ ἀτελείᾳ πεντακοσίους ἀποίκους εἰς Σαρδονίαν ἀπέστειλαν.
在这些事情发生的同时,罗马人免税派遣了五百名殖民者前往萨丁尼亚。