§15.27.1οἱ δʼ ἐν τῇ Καδμείᾳ φρουροῦντες παρακληθέντες ὑπὸ τῶν ἡγεμόνων εὐρώστως ἠμύνοντο τοὺς πολεμίους, ἐλπίζοντες συντόμως ἥξειν τοὺς Λακεδαιμονίους μετὰ μεγάλης δυνάμεως.
一方、カドメイアで守備にあたっていた者たちは、指揮官たちに励まされて力強く敵を防ぎ、スパルタ人が大軍を率いて間もなくやって来るだろうと期待していた。
ἕως μὲν οὖν εἶχον τροφὰς ἱκανάς, ἐνεκαρτέρουν τοῖς δεινοῖς, καὶ πολλοὺς τῶν πολιορκούντων ἀπέκτεινον καὶ κατετραυμάτιζον, συνεργὸν ἔχοντες τὴν τῆς ἀκροπόλεως ὀχυρότητα·
それゆえ、十分な食糧があるうちは、アクロポリスの堅固さを味方として、困難に耐え忍び、包囲側の多くの者を殺害し傷を負わせた。
ὡς δʼ ἡ μὲν τῶν ἀναγκαίων σπάνις ἐπέτεινεν, οἱ Λακεδαιμόνιοι δὲ περὶ τὰς παρασκευὰς ὄντες ἐχρόνιζον, ἐστασίαζον πρὸς ἀλλήλους.
しかし、必需品の不足が深刻になり、スパルタ人が準備に手間取って遅れていると、彼らの間には内紛が起きた。
§15.27.2οἱ μὲν γὰρ Λακεδαιμόνιοι μέχρι θανάτου καρτερεῖν ᾤοντο δεῖν, οἱ δὲ ἀπὸ τῶν συμμαχίδων πόλεων συστρατεύσαντες, ὄντες πολλαπλάσιοι, παραδιδόναι τὴν Καδμείαν ἀπεφήναντο·
というのも、スパルタ人たちは死に至るまで耐え抜くべきだと考えていたが、同盟諸都市からともに従軍した者たちは、数において何倍も勝っていたが、カドメイアを引き渡すべきだと意見を表明したからである。
συνηναγκάσθησαν δὲ καὶ οἱ ἐξ αὐτῆς τῆς Σπάρτης, ὄντες ὀλίγοι, παραχωρῆσαι τῆς ἀκροπόλεως.
その結果、スパルタ本土からの者たちも、少数であったため、アクロポリスを明け渡すことを余儀なくされた。
διόπερ οὗτοι μὲν ὑπόσπονδοι καθʼ ὁμολογίαν ἀφεθέντες εἰς τὴν Πελοπόννησον ἀπηλλάγησαν,
それゆえ、彼らは協定に基づき、休戦協定の下で放免され、ペロポネソスへと立ち去った。
§15.27.3οἱ δὲ Λακεδαιμόνιοι δυνάμεσιν ἀξιολόγοις προσιόντες ἐπὶ τὰς Θήβας, καὶ βραχὺ τῶν καιρῶν ὑστερήσαντες, ἄπρακτον ἔσχον τὴν ἐπιβολήν.
一方、スパルタ人はかなりの大軍を率いてテバイへと進撃していたが、決定的な好機にわずかに遅れてしまったため、その企ては無駄に終わった。
τοὺς δὲ ἡγεμόνας τῆς φρουρᾶς τρεῖς ὄντας μετέστησαν εἰς κρίσιν, καὶ τοὺς μὲν δύο κατεδίκασαν θανάτῳ, τὸν μέντοι τρίτον τοσούτῳ πλήθει χρημάτων, ὥστε μὴ δύνασθαι τὴν οὐσίαν αὐτοῦ τοσαῦτα χρήματα ἐκτῖσαι.
そして彼らは守備隊の指揮官たち三人を裁判にかけ、そのうち二人には死刑を宣告し、三人目の者には、彼の財産ではこれほど多額の金を支払えないほどの巨額の罰金を科した。
§15.27.4μετὰ δὲ ταῦτʼ Ἀθηναῖοι μὲν ἐπανῆλθον εἰς τὴν πατρίδα, Θηβαῖοι δὲ Θεσπιὰς πολιορκήσαντες ἄπρακτον ἔσχον τὴν ἐπιβολήν.
この後、アテナイ人は祖国へと帰還し、テバイ人はテスピアイを包囲したものの、その企ては無駄に終わった。
ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν ἐπὶ ἀτελείᾳ πεντακοσίους ἀποίκους εἰς Σαρδονίαν ἀπέστειλαν.
これらのことが行われているのと同時に、ローマ人は免税措置を条件に、五百人の入植者をサルディニアへと派遣した。