Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.23.1-15.23.5

奥林索斯投降与斯巴达霸权的鼎盛

第 435 段,共 723 段 · 希腊语

内容简介

新任将军波里比亚达迫使奥林索斯投降并加入斯巴达同盟,使斯巴达的陆海霸权达到鼎盛。波斯国王和迪奥尼修斯亦寻求与之结盟。

§15.23.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Πυθέας, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἓξ κατεστάθησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος Ἰούλιος, Ἀκύλλιος, Λεύκιος Λοκρήτιος, Σερούιος Σουλπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἑκατοστή, καθʼ ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος.
一年过去后,在雅典,皮特阿斯担任执政官;在罗马,则任命了六位执政武官代替执政官,他们是:提图斯·昆克蒂乌斯、卢基乌斯·塞尔维利乌斯、卢基乌斯·尤利乌斯、阿基利乌斯、卢基乌斯·卢克雷蒂乌斯和塞尔维乌斯·苏尔皮基乌斯;而在伊利斯人中,举行了第一百届奥林匹克运动会,塔拉斯的迪奥尼索多罗斯在短跑比赛中获胜。
§15.23.2ἐπὶ δὲ τούτων Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη δεκατέσσαρα· τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεόμβροτος ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη ἐννέα.
在这些人的任期内,拉栖代梦人的国王阿格西波利斯因病去世,在位十四年;其弟克莱翁布罗托斯继承王位,统治了九年。
Λακεδαιμόνιοι δὲ Πολυβιάδαν στρατηγὸν καταστήσαντες ἐξαπέστειλαν εἰς τὸν πρὸς Ὀλυνθίους πόλεμον.
拉栖代梦人任命波里比亚达为将军,派遣他去参加对奥林索斯人的战争。
§15.23.3οὗτος δὲ παραλαβὼν τὰς δυνάμεις, καὶ τὸν πόλεμον ἐνεργῶς ἅμα καὶ στρατηγικῶς διοικῶν, ἐποίει πολλὰ προτερήματα.
他接管了军队,以积极且富有战略眼光的方式指导战争,取得了许多优势。
αἰεὶ δὲ μᾶλλον εὐημερῶν καὶ πλείοσι μάχαις νικήσας συνέκλεισε τοὺς Ὀλυνθίους εἰς πολιορκίαν· τέλος δὲ καταπληξάμενος τοὺς πολεμίους προσέταξεν ὑποταγῆναι Λακεδαιμονίοις.
随着他日益占据上风,并在多次战斗中获胜,他将奥林索斯人围困在城内;最后,他震慑了敌人,命令他们臣服于拉栖代梦人。
ἐγγραφέντων δὲ τῶν Ὀλυνθίων εἰς τὴν τῶν Σπαρτιατῶν συμμαχίαν, πολλαὶ καὶ τῶν ἄλλων πόλεων ἔσπευσαν εἰς τὴν τῶν Λακεδαιμονίων ἡγεμονίαν καταλεχθῆναι.
随着奥林索斯人被编入斯巴达人的同盟,其他许多城市也急于被列入拉栖代梦人的霸权之下。
διὸ καὶ κατὰ τούτους τοὺς καιροὺς πλεῖστον ἴσχυσαν Λακεδαιμόνιοι, καὶ τῆς Ἑλλάδος ἔσχον τὴν ἡγεμονίαν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
因此,在这一时期,拉栖代梦人最为强盛,在陆地和海上同时掌握了希腊的霸权。
§15.23.4Θηβαῖοι μὲν γὰρ ὑπῆρχον ἔμφρουροι, Κορίνθιοι δὲ καὶ Ἀργεῖοι διὰ τοὺς προγεγονότας πολέμους ὑπῆρχον τεταπεινωμένοι, Ἀθηναῖοι δὲ διὰ τὰς τῶν καταπολεμουμένων κληρουχίας ἠδόξουν ἐν τοῖς Ἕλλησιν· οἱ δὲ Λακεδαιμόνιοι τῆς τε πολυανθρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης πολλὴν πρόνοιαν ἐπεποίηντο, καὶ φοβεροὶ πᾶσιν ὑπῆρχον διὰ τὴν δύναμιν τῆς ἡγεμονίας.
因为底比斯人被驻军防守,科林斯人和阿戈斯人因先前的战争而衰落,雅典人则因在被征服者的土地上建立军事殖民而在希腊人中名声不佳;而拉栖代梦人对人口的增加和武器的训练给予了极大的关注,并因其霸权的力量而令所有人畏惧。
§15.23.5διόπερ οἱ μέγιστοι τῶν τότε δυναστῶν, λέγω δὲ τὸν Περσῶν βασιλέα καὶ τὸν Σικελίας δυνάστην Διονύσιον, ἐθεράπευον τὴν Σπαρτιατῶν ἡγεμονίαν καὶ συμμαχίαν ἔσπευδον συντίθεσθαι πρὸς αὐτούς.
因此,当时最伟大的统治者们——我指的是波斯国王和西西里统治者迪奥尼修斯——都讨好斯巴达人的霸权,并急于与他们结成同盟。

词汇与语法注释

  1. 15.23.4τῶν καταπολεμουμένων — 属格复数现在被动分词的名词性用法,意为“被征服的人们”。它作为修饰名词 κληρουχίας(军事殖民地)的客体属格,指雅典在被征服者的土地上建立的军事殖民(cleruchy)。
  2. 15.23.4τῆς τε πολυανθρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης — 该属格由动词化短语 πρόνοιαν ἐπεποίηντο(予以关切/考虑)所支配。名词 πρόνοια(关切)本身具有支配属格的性质,在此迂言表达中亦得以保持。
  3. 15.23.5λέγω δὲ τὸν Περσῶν βασιλέα καὶ τὸν Σικελίας δυνάστην Διονύσιον — 在具体说明前述主格主语 οἱ μέγιστοι τῶν τότε δυναστῶν 时,由于插入了动词 λέγω(我指的是),被说明的对象(波斯国王和迪奥尼修斯)并未采用同格主格,而是作为 λέγω 的直接宾语被置于宾格(τὸν ... βασιλέα / τὸν ... δυνάστην)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.23.1-15.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.23.1-15.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。