Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.23.1-15.23.5

オリンュトスの降伏とスパルタ覇権の絶頂

435 / 723 箇所 · ギリシア語

要旨

新たな将軍ポリュビアダスがオリンュトスを降伏させて同盟に組み込み、スパルタの覇権は陸海で絶頂期を迎える。ペルシア王やディオニュシオスもスパルタとの友好を求める。

§15.23.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Πυθέας, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἓξ κατεστάθησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος Ἰούλιος, Ἀκύλλιος, Λεύκιος Λοκρήτιος, Σερούιος Σουλπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἑκατοστή, καθʼ ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος.
一年が経過した時、アテナイではピュテアスがアルコンであり、ローマでは執政官の代わりに6人の執政武官、すなわちティトゥス・クィンクティウス、ルキウス・セルウィリウス、ルキウス・ユリウス、アキリウス、ルキウス・ルクレティウス、セルウィウス・スルピキウスが任命された。 また、エリース人の間では第百回オリンピア競技会が催され、そこではタラスのディオニュソドロスがスタディオン競走で優勝した。
§15.23.2ἐπὶ δὲ τούτων Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη δεκατέσσαρα·
彼らの任期中に、ラケダイモン人の王アゲシポリスが病により逝去した。 14年間在位した。
τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεόμβροτος ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη ἐννέα.
その支配権を継承した弟のクレオンブロトスが9年間統治した。
Λακεδαιμόνιοι δὲ Πολυβιάδαν στρατηγὸν καταστήσαντες ἐξαπέστειλαν εἰς τὸν πρὸς Ὀλυνθίους πόλεμον.
他方、ラケダイモン人はポリュビアダスを将軍に任命し、オリンュトス人との戦争へと送り出した。
§15.23.3οὗτος δὲ παραλαβὼν τὰς δυνάμεις, καὶ τὸν πόλεμον ἐνεργῶς ἅμα καὶ στρατηγικῶς διοικῶν, ἐποίει πολλὰ προτερήματα.
彼は諸軍を引き取り、活発かつ巧みな戦略をもって戦争を遂行し、多くの勝利を収めた。
αἰεὶ δὲ μᾶλλον εὐημερῶν καὶ πλείοσι μάχαις νικήσας συνέκλεισε τοὺς Ὀλυνθίους εἰς πολιορκίαν·
そしてますます優位に立ち、多くの戦いで勝利して、オリンュトス人を包囲戦に追い込んだ。
τέλος δὲ καταπληξάμενος τοὺς πολεμίους προσέταξεν ὑποταγῆναι Λακεδαιμονίοις.
ついに敵を畏怖させ、ラケダイモン人に服従することを命じた。
ἐγγραφέντων δὲ τῶν Ὀλυνθίων εἰς τὴν τῶν Σπαρτιατῶν συμμαχίαν, πολλαὶ καὶ τῶν ἄλλων πόλεων ἔσπευσαν εἰς τὴν τῶν Λακεδαιμονίων ἡγεμονίαν καταλεχθῆναι.
オリンュトス人がスパルタ人の同盟に登録されると、他の多くの都市もラケダイモン人の覇権下に登録されることを急いだ。
διὸ καὶ κατὰ τούτους τοὺς καιροὺς πλεῖστον ἴσχυσαν Λακεδαιμόνιοι, καὶ τῆς Ἑλλάδος ἔσχον τὴν ἡγεμονίαν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
このため、この時期にラケダイモン人は最も強大となり、陸海双方においてギリシアの覇権を握った。
§15.23.4Θηβαῖοι μὲν γὰρ ὑπῆρχον ἔμφρουροι, Κορίνθιοι δὲ καὶ Ἀργεῖοι διὰ τοὺς προγεγονότας πολέμους ὑπῆρχον τεταπεινωμένοι, Ἀθηναῖοι δὲ διὰ τὰς τῶν καταπολεμουμένων κληρουχίας ἠδόξουν ἐν τοῖς Ἕλλησιν·
というのも、テーバイ人には守備隊が置かれており、コリントス人とアルゴス人は過去の戦争によって衰退しており、アテナイ人は征服した人々に対する植民のためにギリシア人の間で不評を買っていたからである。
οἱ δὲ Λακεδαιμόνιοι τῆς τε πολυανθρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης πολλὴν πρόνοιαν ἐπεποίηντο, καὶ φοβεροὶ πᾶσιν ὑπῆρχον διὰ τὴν δύναμιν τῆς ἡγεμονίας.
他方、ラケダイモン人は人口増加と軍事訓練に多大なる配慮を払っており、彼らの覇権の力によってすべての人に恐れられていた。
§15.23.5διόπερ οἱ μέγιστοι τῶν τότε δυναστῶν, λέγω δὲ τὸν Περσῶν βασιλέα καὶ τὸν Σικελίας δυνάστην Διονύσιον, ἐθεράπευον τὴν Σπαρτιατῶν ἡγεμονίαν καὶ συμμαχίαν ἔσπευδον συντίθεσθαι πρὸς αὐτούς.
このため、当時の最も偉大な支配者たち、すなわちペルシアの王とシケリアの支配者ディオニュシオスは、スパルタ人の覇権に敬意を払い、彼らと同盟を結ぶことを急いだ。

語釈・文法注

  1. 15.23.4τῶν καταπολεμουμένων — 現在受動分詞属格複数で、「征服されつつある(あるいは服従させられた)人々」を指す名詞的用法。名詞 κληρουχίας(植民地、クレルーキア)を修飾する客観属格であり、アテナイが征服した人々の土地に送った植民団を意味する。
  2. 15.23.4τῆς τε πολυανθρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης — 動詞句 πρόνοιαν ἐπεποίηντο(配慮を払っていた)が要求する属格客語。本来 πρόνοια(配慮)という名詞が属格を取る性質が、動詞との結合表現(迂言法)においても維持されている。
  3. 15.23.5λέγω δὲ τὸν Περσῶν βασιλέα καὶ τὸν Σικελίας δυνάστην Διονύσιον — 先行する主格の主語 οἱ μέγιστοι τῶν τότε δυναστῶν を具体的に説明する際、挿入動詞 λέγω (私は〜を意味している)の導入によって、説明される対象(ペルシア王とディオニュシオス)が同格の主格ではなく、λέγω の直接目的語として対格(τὸν ... βασιλέα / τὸν ... δυνάστην)に置かれている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.23.1-15.23.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.23.1-15.23.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。