§15.21.1οὗτος δʼ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνθίων, κοινῇ μετʼ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνθίους.
他侵入奥林索斯人的领地,与阿明塔斯共同对奥林索斯人作战。
εἶθʼ οἱ μὲν Ὀλύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων·
随后,奥林索斯人集结了相当规模的兵力,在战斗中占了上风,因为他们拥有的士兵比敌人更多。
οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπʼ αὐτῆς Τελευτίαν.
而拉栖代梦人则筹备了一支相当规模的军队,并任命特勒乌蒂亚斯为其将军。
οὗτος δʼ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δʼ ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις.
此人是国王阿格西劳斯的兄弟,因其美德而深受公民们的钦佩。
§15.21.2ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας.
于是,他率军离开伯罗奔尼撒,抵达奥林索斯领地附近,接收了随同欧达米达斯的士兵。
γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις.
在拥有了足以为战的力量后,起初他蹂躏了奥林索斯人的领地,并搜集了大量战利品,分发给士兵们。
τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην.
而当奥林索斯人与盟友一起倾巢而出排兵布阵时,他与之交战。
καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν· μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων.
起初,由于战局均势,双方各自撤兵;但此后发生了一场激烈的战斗,特勒乌蒂亚斯本人在英勇作战后阵亡,拉栖代梦人方面损失了一千二百多人。
§15.21.3τηλικαύτης δʼ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.
奥林索斯人取得如此巨大的胜利后,拉栖代梦人希望挽回所发生的败局,准备派遣更强大的军队,而奥林索斯人认为斯巴达人将会以更大的兵力前来,且战争将会持久,便做好了充足的粮食整备,并向盟友招募了更多士兵。