Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.20.1-15.20.3

菲比达斯占领卡德米亚与斯巴达的处置

第 432 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官埃万德尔任内,斯巴达因担心底比斯争夺霸权,暗中命令菲比达斯占领了底比斯的卡德米亚卫城。斯巴达人为避免恶名惩罚了菲比达斯却保留了守备队,并改派欧达米达斯继续对奥林索斯人的战争。

§15.20.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐάνδρου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιντον Σολπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον.
在雅典执政官埃万德尔任内,罗马人任命了六名军事执政官代替执政官:昆图斯·苏尔皮基乌斯、盖乌斯·法比乌斯、昆图斯·塞尔维利乌斯、普布利乌斯·科尔内利乌斯。
ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας.
在他们任期内,拉栖代梦人因以下原因占领了底比斯的卡德米亚。
ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆθος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται·
他们看到波奥蒂亚拥有众多城市,且居住在那里的男子格外英勇,加之底比斯拥有古老的声望,总的来说就如同波奥蒂亚的卫城一般,因此他们心存警惕,唯恐一旦适宜的时机出现,底比斯会争夺霸权。
§15.20.2διόπερ τοῖς ἡγεμόσιν οἱ Σπαρτιᾶται παρήγγελλον ἐν ἀπορρήτοις, ἵνʼ ἐάν ποτε καιρὸν λάβωσι, καταλάβωνται τὴν Καδμείαν.
因此,斯巴达人向他们的指挥官下达了秘密命令:如果一有机会,就占领卡德米亚。
τοιαύτης δὲ γενομένης παραγγελίας, Φοιβίδας ὁ Σπαρτιάτης, τεταγμένος ἐπί τινος ἡγεμονίας καὶ δύναμιν ἄγων ἐπὶ Ὀλυνθίους, κατελάβετο τὴν Καδμείαν.
在下达了这样的命令后,被委任指挥某一军力、正率军讨伐奥林索斯人的斯巴达人菲比达斯,占领了卡德米亚。
ἀγανακτούντων δὲ τῶν Θηβαίων καὶ μεθʼ ὅπλων συνδραμόντων, συνάψας μάχην αὐτοῖς καὶ νικήσας τριακοσίους μὲν τοὺς ἐπιφανεστάτους τῶν Θηβαίων ἐφυγάδευσε, τοὺς δὲ λοιποὺς καταπληξάμενος καὶ φρουρὰν ἰσχυρὰν ἐγκαταστησάμενος, ἐπὶ τὰς ἰδίας πράξεις ἀπηλλάγη.
底比斯人极为愤怒并武装聚集起来,菲比达斯与他们交战并将其击败,流放了三百名最著名的底比斯人,威吓其余的人,并在建立了一支强大的守备队后,便离去执行自己的任务。
οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρᾶξιν ταύτην ἀδοξοῦντες παρὰ τοῖς Ἕλλησι, τὸν μὲν Φοιβίδαν ἐζημίωσαν χρήμασι, τὴν δὲ φρουρὰν οὐκ ἐξῆγον ἐκ τῶν Θηβῶν·
拉栖代梦人因为这一行为在希腊人中招致恶名,遂对菲比达斯处以罚金,但并未从底比斯撤出守备队。
§15.20.3οἱ μὲν οὖν Θηβαῖοι τοῦτον τὸν τρόπον τὴν αὐτονομίαν ἀποβαλόντες ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις·
于是,底比斯人便以此种方式失去了自治权,被迫臣服于拉栖代梦人。
τῶνδʼ Ὀλυνθίων διαπολεμούντων πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα, Λακεδαιμόνιοι τὸν μὲν Φοιβίδαν ἀπέστησαν τῆς ἡγεμονίας, Εὐδαμίδαν δὲ τὸν ἀδελφὸν τοῦ Φοιβίδα κατέστησαν στρατηγόν.
而在奥林索斯人与马其顿国王阿明塔斯持续交战期间,拉栖代梦人解除了菲比达斯的指挥权,任命菲比达斯的兄弟欧达米达斯为将军。
δόντες δʼ αὐτῷ τρισχιλίους ὁπλίτας ἐξαπέστειλαν διαπολεμήσοντα τὸν πρὸς Ὀλυνθίους πόλεμον.
给与他三千名重装步兵,派遣他去继续对奥林索斯人的战争。

词汇与语法注释

  1. 15.20.1χιλιάρχους ἕξ — 尽管原文写着“六名军事执政官”(χιλιάρχους ἕξ),但随后仅列出了四个罗马人名。这可能是狄奥多罗斯的疏忽,或者是抄本流传过程中的缺失。
  2. 15.20.1ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν — 由感官动词 ὁράω 的现在分词主格复数形式 ὁρῶντες 引导,一系列宾格加分词(ἔχουσαν、ὑπάρχοντας、ἐχούσας、οὖσαν)以并列结构补充说明了斯巴达人所目睹并警惕的客观情况。
  3. 15.20.1εὐλαβοῦντο μήποτε ... ἀντιποιήσηται — 由表示警惕和担忧的动词 εὐλαβοῦντο 引导的虚拟语气从句。尽管承接历史过去时(εὐλαβοῦντο),但仍保留了虚拟语气(ἀντιποιήσηται)以增强生动感。动词 ἀντιποιήσηται 为单数第三人称,其主语为前文被比作“卫城”的底比斯(Θῆβαι 虽为复数名词,但在此被视作单数的城邦实体)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.20.1-15.20.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.20.1-15.20.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。