§15.21.1οὗτος δʼ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνθίων, κοινῇ μετʼ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνθίους.
彼(エウダミダス)はオリンュトス人の領土に侵入し、アミュンタスと共同してオリンュトス人に対して戦争を遂行した。
εἶθʼ οἱ μὲν Ὀλύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων·
その後、オリンュトス人は少なからぬ軍勢を集めて戦闘において優位に立っていた。 彼らは敵よりも多くの兵を擁していたからである。
οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπʼ αὐτῆς Τελευτίαν.
そこでラケダイモン人は少なからぬ軍勢を準備し、テレウティアスをその指揮官に任命した。
οὗτος δʼ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δʼ ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις.
この者は、アゲシラオス王の兄弟であり、市民たちの間でその卓越性ゆえに敬意を払われていた。
§15.21.2ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας.
そこで彼はペロポネソスから軍勢を率いて進発し、オリンュトス領の近くに到着すると、エウダミダスに伴われていた兵士たちを引き取った。
γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις.
そして戦闘に耐えうる勢力になると、最初はオリンュトス人の領土を荒らし、多量の戦利品を集めて兵士たちに分配した。
τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην.
しかし、オリンュトス人が同盟軍とともに総出で陣を敷いたので、戦闘を交えた。
καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν·
そして最初は、戦況が互角であったため両軍は引き分けた。
μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων.
しかしその後、激しい戦闘が起こり、テレウティアス自身は見事に戦った末に戦死し、ラケダイモン人の側は1200人以上が討ち死にした。
§15.21.3τηλικαύτης δʼ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.
このように大きな成功がオリンュトス人にもたらされたので、ラケダイモン人は生じた敗北を補うことを望んでより強力な軍勢を派遣する準備を整え、他方、オリンュトス人はスパルタ人がより大きな軍勢でやって来るであろうこと、そして戦争は長期化するであろうと考えて、かなりの食糧の備蓄を行い、同盟者たちからさらに兵士を募った。