§15.20.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐάνδρου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιντον Σολπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον.
アテナイでエウアンドロスがアルコンであった時、ローマ人は執政官の代わりに6人の軍事執政官を任命した。 クイントゥス・スルピキウス、ガイウス・ファビウス、クイントゥス・セルウィリウス、プブリウス・コルネリウスである。
ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας.
これらの任期中に、スパルタ人は以下のような理由から、テーバイのカドメイアを占領した。
ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆθος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται·
彼らは、ボイオティアが多くの都市を擁し、そこに住む人々が格別に勇敢であること、さらにテーバイが古くからの格式を持ち、全体としていわばボイオティアのアクロポリスのような存在であることを目の当たりにし、好機が訪れた時にテーバイが覇権を主張するのではないかと警戒したのである。
§15.20.2διόπερ τοῖς ἡγεμόσιν οἱ Σπαρτιᾶται παρήγγελλον ἐν ἀπορρήτοις, ἵνʼ ἐάν ποτε καιρὸν λάβωσι, καταλάβωνται τὴν Καδμείαν.
それゆえ、スパルタ人は将軍たちに秘密裏に、もし好機が訪れたならばカドメイアを占領するよう命じていた。
τοιαύτης δὲ γενομένης παραγγελίας, Φοιβίδας ὁ Σπαρτιάτης, τεταγμένος ἐπί τινος ἡγεμονίας καὶ δύναμιν ἄγων ἐπὶ Ὀλυνθίους, κατελάβετο τὴν Καδμείαν.
このような命令が出されていたので、スパルタ人ポイビダスは、ある部隊の指揮を任され、オリンュトス人に対して軍を率いていたが、カドメイアを占領した。
ἀγανακτούντων δὲ τῶν Θηβαίων καὶ μεθʼ ὅπλων συνδραμόντων, συνάψας μάχην αὐτοῖς καὶ νικήσας τριακοσίους μὲν τοὺς ἐπιφανεστάτους τῶν Θηβαίων ἐφυγάδευσε, τοὺς δὲ λοιποὺς καταπληξάμενος καὶ φρουρὰν ἰσχυρὰν ἐγκαταστησάμενος, ἐπὶ τὰς ἰδίας πράξεις ἀπηλλάγη.
テーバイ人たちが憤慨して武装して集まってきたが、彼は彼らと戦ってこれを破り、テーバイ人のうち最も著名な300人を追放し、残りの人々を威嚇して強力な守備隊を配置した上で、自らの任務のために去って行った。
οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρᾶξιν ταύτην ἀδοξοῦντες παρὰ τοῖς Ἕλλησι, τὸν μὲν Φοιβίδαν ἐζημίωσαν χρήμασι, τὴν δὲ φρουρὰν οὐκ ἐξῆγον ἐκ τῶν Θηβῶν·
スパルタ人たちはこの行為のためにギリシア人たちの間で悪評を得たので、ポイビダスには罰金を科したものの、守備隊をテーバイから撤退させることはしなかった。
§15.20.3οἱ μὲν οὖν Θηβαῖοι τοῦτον τὸν τρόπον τὴν αὐτονομίαν ἀποβαλόντες ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις·
こうしてテーバイ人はこのようにして自立を失い、スパルタ人に従属することを余余儀なくされた。
τῶνδʼ Ὀλυνθίων διαπολεμούντων πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα, Λακεδαιμόνιοι τὸν μὲν Φοιβίδαν ἀπέστησαν τῆς ἡγεμονίας, Εὐδαμίδαν δὲ τὸν ἀδελφὸν τοῦ Φοιβίδα κατέστησαν στρατηγόν.
他方、オリンュトス人がマケドニア王アミュンタスと交戦を続ける中、スパルタ人はポイビダスを指揮職から罷免し、ポイビダスの兄弟であるエウダミダスを将軍に任命した。
δόντες δʼ αὐτῷ τρισχιλίους ὁπλίτας ἐξαπέστειλαν διαπολεμήσοντα τὸν πρὸς Ὀλυνθίους πόλεμον.
そして彼に3000人の重装歩兵を与えて、オリンュトス人との戦争を継続させるために派遣した。