§15.16.1βαρείας δὲ καὶ ὑπερηφάνου τῆς ἀποκρίσεως δοκούσης ὑπάρχειν, οἱ Καρχηδόνιοι τῇ συνήθει πανουργίᾳ κατεστρατήγησαν τὸν Διονύσιον.
由于这一答复显得苛刻而傲慢,迦太基人便用他们惯常的狡黠战胜了狄奥尼修斯。
προσποιηθέντες οὖν εὐδοκεῖσθαι ταῖς ὁμολογίαις, ἔφησαν αὐτοὺς μὲν μὴ ὑπάρχειν κυρίους τῆς τῶν πόλεων παραδόσεως, ἵνα δὲ τοῖς ἄρχουσι διαλεχθῶσι περὶ τούτων, ἠξίωσαν τὸν Διονύσιον ὀλίγας ἡμέρας ἀνοχὰς ποιήσασθαι.
因此,他们假装对协定表示满意,声称自己并无移交城市的决定权,为了与本国统治者商讨此事,他们请求狄奥尼修斯同意休战数日。
§15.16.2συγχωρήσαντος δὲ τοῦ δυνάστου καὶ τῶν ἀνοχῶν γενομένων, ὁ μὲν Διονύσιος περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα τὴν Σικελίαν πᾶσαν παραληψόμενος, οἱ δὲ Καρχηδόνιοι Μάγωνα μὲν τὸν βασιλέα μεγαλοπρεπῶς ἔθαψαν, ἀντὶ δʼ ἐκείνου στρατηγὸν κατέστησαν τὸν υἱὸν αὐτοῦ, νέον μὲν παντελῶς ὄντα, φρονήματος δὲ γέμοντα καὶ διάφορον ἀνδρείᾳ.
当僭主表示同意且休战开始后,狄奥尼修斯欣喜万分,以为立刻就能接管整个西西里;然而迦太基人不仅隆重地埋葬了国王马戈,还任命其子代替他为将军,此人虽然十分年轻,却满怀志气且勇猛超群。
οὗτος δὲ πάντα τὸν τῶν ἀνοχῶν χρόνον διετέλεσε διατάσσων καὶ γυμνάζων τὴν δύναμιν, διὰ δὲ τῆς τῶν ἔργων ἀθλήσεως καὶ τῆς τῶν λόγων παρακλήσεως καὶ γυμνασίας ἐν τοῖς ὅπλοις εὐπειθῆ καὶ δυνατὴν ἐποίησε τὴν στρατιάν.
他在整个休战期间,始终在整顿并训练军队,通过实际劳役的磨练、言辞的鼓舞以及武器的操练,使军队变得顺从且强大。
§15.16.3ὡς δʼ ὁ τῆς ὁμολογίας διῆλθε χρόνος, ἀμφότεροι τὰς δυνάμεις ἐκτάξαντες συγκατέβησαν προθύμως ἐπὶ τὴν μάχην.
当协定的期限届满,双方都摆开阵势,积极投入战斗。
γενομένης δὲ παρατάξεως ἰσχυρᾶς περὶ τὸ καλούμενον Κρόνιον, τὸ δαιμόνιον ἐναλλὰξ τῇ νίκῃ τὴν ἧτταν τῶν Καρχηδονίων διωρθώσατο·
在被称为克罗尼翁的地方附近发生了一场激烈的会战,神意使胜负交替,用胜利扭转了迦太基人的败局。
οἱ μὲν γὰρ προνενικηκότες διὰ τὴν προγεγενημένην εὐημερίαν μεγαλαυχοῦντες παραδόξως ἐσφάλησαν, οἱ δὲ διὰ τὴν ἧτταν πεπτωκότες ταῖς ἐλπίσιν, ἀπροσδόκητον καὶ μεγάλην εὐημερίαν ἀπηνέγκαντο.
因为先前获胜的一方因过去的成功而自负,出人意料地遭遇了失败,而因战败而丧失信心的一方,却赢得了意想不到的巨大胜利。