§15.14.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Διοτρέφης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος, παρὰ δʼ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνενηκοστὴ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Δίκων Συρακόσιος.
一年过去后,在雅典,迪奥特雷佩斯出任执政官;在罗马,卢基乌斯·瓦莱里乌斯和奥卢斯·马利乌斯被任命为执政官;在伊利斯人中,举办了第九局十九届奥林匹克运动会,在这届运动会上,叙拉古的迪孔获得了短跑比赛的冠军。
ἐπὶ δὲ τούτων Πάριοι μὲν τὴν Φάρον οἰκίσαντες τοὺς τε προενοικοῦντας βαρβάρους ἔν τινι χωρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ ὄντι εἴασαν κατοικεῖν ἀσινεῖς, αὐτοὶδὲ παρὰ θάλατταν κτίσαντες πόλιν ἐτείχισαν.
在这些官员任内,帕罗斯人建立了法罗斯,允许先前居住在那里的野蛮人在一个极其坚固的地方安然无恙地居住,而他们自己则在海边建立并筑墙护卫了一座城市。
§15.14.2μετὰ δὲ ταῦτα τῶν προοικούντων ἐν τῇ νήσῳ βαρβάρων δυσχεραινόντων ἐπὶ τῇ παρουσίᾳ τῶν Ἑλλήνων, καὶ μεταπεμπομένων τοὺς πέραν κατοικοῦντας Ἰλλυριούς, μικροῖς πλοίοις πολλοῖς διέβησαν εἰς τὴν Φάρον, ὄντες ὑπὲρ τοὺς μυρίους, καὶ τοὺς Ἕλληνας πορθοῦντες πολλοὺς ἀνῄρουν.
此后,由于先前居住在该岛的野蛮人对希腊人的存在感到不满,并派人召来居住在对岸的伊利里亚人,他们便乘坐许多小船渡海来到法罗斯,人数超过了一万,他们四处掠夺希腊人并杀害了许多人。
ὁ δʼ ἐν τῇ Λίσσῳ καθεσταμένος ἔπαρχος ὑπὸ Διονυσίου τριήρεις πλείους ἔχων ἐπέπλευσε τοῖς τῶν Ἰλλυριῶν πλοιαρίοις, καὶ τὰ μὲν βυθίσας, τὰ δὲ χειρωσάμενος, ἀπέκτεινε τῶν βαρβάρων πλείους τῶν πεντακισχιλίων, ἐζώγρησε δὲ περὶ δισχιλίους.
但由狄奥尼修斯部署在利索斯的总督率领较多的三段舵船袭击了伊利里亚人的小船,击沉了一些,制服了一些,杀死了五千多名野蛮人,并俘获了大约两千人。
§15.14.3Διονύσιος δὲ χρημάτων ἀπορούμενος ἐστράτευσεν ἐπὶ Τυρρηνίαν, ἔχων τριήρεις ἑξήκοντα, πρόφασιν μὲν φέρων τὴν τῶν λῃστῶν κατάλυσιν, τῇ δʼ ἀληθείᾳ συλήσων ἱερὸν ἅγιον, γέμον μὲν ἀναθημάτων πολλῶν, καθιδρυμένον δʼ ἐν ἐπινείῳ πόλεως Ἀγύλλης Τυρρηνίδος· τὸ δʼ ἐπίνειον ὠνομάζετο Πύργοι.
由于缺乏资金,狄奥尼修斯率领六十艘三段舵船对泰雷尼亚发动了远征,口头上以消灭海盗为借口,实际上却企图掠夺一座神圣的庙宇,该庙宇坐落在泰雷尼亚城市阿吉拉的港口,里面装满了许多供奉物;而这个港口被称为皮尔吉。
§15.14.4καταπλεύσας δὲ νυκτὸς καὶ τὴν δύναμιν ἐκβιβάσας, ἅμʼ ἡμέρᾳ προσπεσὼν ἐκράτησε τῆς ἐπιβολῆς· ὀλίγων γὰρ ὄντων ἐν τῷ χωρίῳ φυλάκων, βιασάμενος αὐτοὺς ἐσύλησε τὸ ἱερὸν καὶ συνήθροισεν οὐκ ἔλαττον ταλάντων χιλίων.
他在夜间靠岸并让军队登陆,在黎明时分发起袭击,成功实现了他的企图;因为该地的守卫很少,他击退了他们,掠夺了神殿,收集了不下一千塔兰同的财宝。
τῶν δὲ Ἀγυλλαίων ἐκβοηθησάντων, μάχῃ τε ἐκράτησεν αὐτῶν καὶ πολλοὺς αἰχμαλώτους λαβὼν καὶ τὴν χώραν πορθήσας ἐπανῆλθεν εἰς τὰς Συρακούσας.
当阿吉拉人前来救援时,他在战斗中击败了他们,俘获了许多人,蹂躏了该地区,然后回到了叙拉古。
ἀποδόμενος δὲ τὰ λάφυρα συνήγαγεν οὐκ ἐλάττω ταλάντων πεντακοσίων.
卖掉战利品后,他又收集了不下五百塔兰同的资金。
εὐπορήσας δὲ χρημάτων, ἐμισθοῦτο στρατιωτῶν παντοδαπῶν πλῆθος, καὶ δύναμιν ἀξιόλογον συστησάμενος φανερὸς ἦν πολεμήσων Καρχηδονίοις.
由于资金充裕,他招募了大量各种各样的士兵,并组建了一支引人注目的军队,显然准备与迦太基人开战。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
因此,这些事情是在这一年内发生的。