§14.98.1κατὰ δὲ τὴν Κύπρον Εὐαγόρας ὁ Σαλαμίνιος, ὃς ἦν μὲν εὐγενέστατος, τῶν γὰρ κτισάντων τὴν πόλιν ἦν ἀπόγονος, πεφευγὼς δʼ ἐν τοῖς ἔμπροσθεν χρόνοις διά τινας στάσεις, καὶ μετὰ ταῦτα κατελθὼν μετʼ ὀλίγων, τὸν μὲν δυναστεύοντα τῆς πόλεως Ἀβδήμονα τὸν Τύρσιον ἐξέβαλε, φίλον ὄντα τοῦ Περσῶν βασιλέως, αὐτὸς δὲ τὴν πόλιν κατασχὼν τὸ μὲν πρῶτον ἐβασίλευσε τῆς Σαλαμῖνος, μεγίστης οὔσης καὶ δυνατωτάτης τῶν ἐν Κύπρῳ πόλεων· ταχὺ δὲ χρημάτων πολλῶν εὐπορήσας καὶ δύναμιν προχειρισάμενος ἐπεχείρησεν ἅπασαν τὴν νῆσον σφετερίσασθαι.
在塞浦路斯,萨拉米斯的埃瓦戈拉斯——他出身极为高贵,是该城建立者的后裔,但此前因某些党争而流亡,此后他带着少数人返回,驱逐了该城的统治者、波斯国王之友泰尔人阿卜德蒙。 他自己夺取了该城,起初统治着萨拉米斯(这是塞浦路斯最大且最强盛的城市);但不久后,他获得了巨额财富并集结了军队,企图将整个岛屿占为己有。
§14.98.2τῶν δὲ πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσλαβόμενος, τῶν μὲν ἄλλων πόλεων ταχὺ τὴν ἡγεμονίαν παρέλαβεν, Ἀμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Κιτιεῖς ἀντέχοντες τῷ πολέμῳ πρέσβεις ἀπέστειλαν πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα περὶ βοηθείας·
他在诸城市中,或动用武力征服,或通过说服拉拢,迅速掌握了其他城市的领导权;然而,阿马图斯人、索里人和基提翁人坚持抵抗,派遣使者前往波斯国王阿尔塔薛西斯处请求援助。
καὶ τοῦ μὲν Εὐαγόρου κατηγόρουν, ὅτι τὸν Ἄγυριν βασιλέα σύμμαχον ὄντα Περσῶν ἀνεῖλε, τὴν δὲ νῆσον ὡμολόγησαν αὐτῷ συγκατακτήσασθαι.
他们指控埃瓦戈拉斯杀害了波斯的盟友阿吉里斯国王,并承诺协助国王共同征服该岛。
§14.98.3ὁ δὲ βασιλεύς, οὐ βουλόμενος ἅμα μὲν τὸν Εὐαγόραν ἐπὶ πλεῖον προκόπτειν, ἅμα δὲ διανοούμενος τὴν Κύπρον εὐφυῶς εἶναι κειμένην καὶ ναυτικὴν δύναμιν μεγάλην ἔχειν, ᾗ δυνήσεται προπολεμεῖν τῆς Ἀσίας, ἔκρινε συμμαχεῖν, καὶ τούτους μὲν ἐξέπεμψεν, αὐτὸς δὲ πρὸς μὲν τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς ἀφηγουμένους τῶν πόλεων σατράπας ἔπεμψεν ἐπιστολὰς ναυπηγεῖσθαι τριήρεις καὶ τὰ πρὸς τὸν στόλον χρήσιμα ὄντα κατὰ σπουδὴν παρασκευάζεσθαι, Ἑκατόμνῳ δὲ τῷ Καρίας δυνάστῃ προσέταξε πολεμεῖν τῷ Εὐαγόρᾳ.
国王一方面不希望埃瓦戈拉斯进一步扩张,另一方面考虑到塞浦路斯地理位置优越,并拥有强大的海军力量,可用于保卫亚洲,于是决定结盟。 他打发走这些使者,并亲自致信沿海城市及统领这些城市的萨特拉普,命令他们建造三段舵船,并加紧筹备一切有利于舰队的物资,同时命令卡里亚的统治者赫卡托姆诺斯对埃瓦戈拉斯开战。
§14.98.4οὗτος δὲ τὰς ἐν ταῖς ἄνω σατραπείαις πόλεις ἐπιπορευόμενος μεγάλαις δυνάμεσι διαβαίνει εἰς τὴν Κύπρον.
后者遍历内地各萨特拉普辖区的城市,率领大军渡海前往塞浦路斯。
§14.98.5τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Φαλίσκους εἰρήνην ποιησάμενοι, πρὸς δὲ Αἰκίκλους πόλεμον τὸ τέταρτον, καὶ Σούτριον μὲν ᾤκισαν, ἐκ δὲ Οὐερρηγῖνος πόλεως ὑπὸ τῶν πολεμίων ἐξεβλήθησαν.
亚洲的局势便是如此。 而在意大利,罗马人与法利斯基人议和,并第四次对埃奎人宣战;他们殖民了苏特里乌姆,却被敌人驱逐出维鲁戈城。