§14.98.1κατὰ δὲ τὴν Κύπρον Εὐαγόρας ὁ Σαλαμίνιος, ὃς ἦν μὲν εὐγενέστατος, τῶν γὰρ κτισάντων τὴν πόλιν ἦν ἀπόγονος, πεφευγὼς δʼ ἐν τοῖς ἔμπροσθεν χρόνοις διά τινας στάσεις, καὶ μετὰ ταῦτα κατελθὼν μετʼ ὀλίγων, τὸν μὲν δυναστεύοντα τῆς πόλεως Ἀβδήμονα τὸν Τύρσιον ἐξέβαλε, φίλον ὄντα τοῦ Περσῶν βασιλέως, αὐτὸς δὲ τὴν πόλιν κατασχὼν τὸ μὲν πρῶτον ἐβασίλευσε τῆς Σαλαμῖνος, μεγίστης οὔσης καὶ δυνατωτάτης τῶν ἐν Κύπρῳ πόλεων·
一方、キプロスでは、サラミスのエウアゴラスが――彼は極めて高貴な生まれであり、この市を創設した人々の末裔であったが――以前のある党争のために亡命しており、その後、少数の者たちとともに帰還すると、ペルシア王の友であった、その市を支配していたテュロス人アブデモンを追放し、自ら市を掌握して、初めはキプロスの諸都市の中で最大かつ最強であったサラミスを支配した。
ταχὺ δὲ χρημάτων πολλῶν εὐπορήσας καὶ δύναμιν προχειρισάμενος ἐπεχείρησεν ἅπασαν τὴν νῆσον σφετερίσασθαι.
しかし、すぐに多くの富に恵まれ、軍隊を組織すると、島全体を自分のものにしようと企てた。
§14.98.2τῶν δὲ πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσλαβόμενος, τῶν μὲν ἄλλων πόλεων ταχὺ τὴν ἡγεμονίαν παρέλαβεν, Ἀμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Κιτιεῖς ἀντέχοντες τῷ πολέμῳ πρέσβεις ἀπέστειλαν πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα περὶ βοηθείας·
彼は諸都市のうち、あるものは武力で制圧し、あるものは説得によって味方に引き入れ、他の諸都市の支配権を速やかに手に入れたが、アマトゥス人、ソロイ人、キティオン人は戦争に抵抗し、援助を求めてペルシアの王アルタクセルクセスのもとに使節を派遣した。
καὶ τοῦ μὲν Εὐαγόρου κατηγόρουν, ὅτι τὸν Ἄγυριν βασιλέα σύμμαχον ὄντα Περσῶν ἀνεῖλε, τὴν δὲ νῆσον ὡμολόγησαν αὐτῷ συγκατακτήσασθαι.
そして、エウアゴラスがペルシアの同盟者であったアギュリス王を殺害したと告発し、自分たちが彼とともに島を征服するのを助けると約束した。
§14.98.3ὁ δὲ βασιλεύς, οὐ βουλόμενος ἅμα μὲν τὸν Εὐαγόραν ἐπὶ πλεῖον προκόπτειν, ἅμα δὲ διανοούμενος τὴν Κύπρον εὐφυῶς εἶναι κειμένην καὶ ναυτικὴν δύναμιν μεγάλην ἔχειν, ᾗ δυνήσεται προπολεμεῖν τῆς Ἀσίας, ἔκρινε συμμαχεῖν, καὶ τούτους μὲν ἐξέπεμψεν, αὐτὸς δὲ πρὸς μὲν τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς ἀφηγουμένους τῶν πόλεων σατράπας ἔπεμψεν ἐπιστολὰς ναυπηγεῖσθαι τριήρεις καὶ τὰ πρὸς τὸν στόλον χρήσιμα ὄντα κατὰ σπουδὴν παρασκευάζεσθαι, Ἑκατόμνῳ δὲ τῷ Καρίας δυνάστῃ προσέταξε πολεμεῖν τῷ Εὐαγόρᾳ.
王は、一方ではエウアゴラスがこれ以上勢力を伸ばすことを望まず、他方ではキプロスが好都合な位置にあり、アジアを防衛するために用いることができる強力な海軍力を有していると考えたため、同盟を結ぶことを決定し、彼らを送り帰した。 そして、自らは沿岸の諸都市とそれらを指導するサトラップたちに、三段櫂船を建造し、艦隊に必要なものを急ぎ準備するよう命じる書簡を送り、カリアの支配者ヘカトムノスにはエウアゴラスと戦うよう命じた。
§14.98.4οὗτος δὲ τὰς ἐν ταῖς ἄνω σατραπείαις πόλεις ἐπιπορευόμενος μεγάλαις δυνάμεσι διαβαίνει εἰς τὴν Κύπρον.
この者は内陸のサトラップ領にある諸都市を巡り、大軍を率いてキプロスへと渡った。
§14.98.5τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Φαλίσκους εἰρήνην ποιησάμενοι, πρὸς δὲ Αἰκίκλους πόλεμον τὸ τέταρτον, καὶ Σούτριον μὲν ᾤκισαν, ἐκ δὲ Οὐερρηγῖνος πόλεως ὑπὸ τῶν πολεμίων ἐξεβλήθησαν.
アジアの情勢はこのようであったが、イタリアではローマ人がファリスクス人と和平を結び、アイキクス人とは4度目の戦争を行い、ストリウムに植民したものの、ウェッレギヌス市からは敵によって追い出された。