Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.97.1-14.97.5

罗德斯政变与斯巴达势力扩张

第 391 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官尼科特莱斯任内,罗德斯的亲斯巴达派发动起义,驱逐了亲雅典派,并在斯巴达的援助下控制了该岛。同时,斯巴达致力于扩大海上势力,国王阿格西劳斯则掠夺了阿尔戈斯地区。

§14.97.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοτέλης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος.
这一年过去后,尼科特莱斯在雅典担任执政官,而在罗马,三位千人队长——马尔库斯·富里乌斯与盖乌斯·埃米利乌斯管辖着执政官权力。
τούτων δὲ τὴν ἀρχὴν παρειληφότων οἱ λακωνίζοντες τῶν Ῥοδίων ἐπαναστάντες τῷ δήμῳ τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας ἐξέβαλον ἐκ τῆς πόλεως.
在他们接掌政权后,罗德斯人中亲斯巴达的派别向民众发起暴动,将亲雅典的派别驱逐出城。
§14.97.2συνδραμόντων δʼ αὐτῶν ἐν τοῖς ὅπλοις καὶ πειρωμένων ἀντέχεσθαι τῶν πραγμάτων, ἐπεκράτησαν οἱ Λακεδαιμονίοις συμμαχοῦντες, καὶ πολλοὺς μὲν ἐφόνευσαν, τοὺς δὲ διαφυγόντας ἐξεκήρυξαν.
尽管后者手持武器聚集起来,试图夺回并维持政权,但与拉刻代蒙人结盟的派别占了上风,他们杀害了许多人,并将逃脱的人宣布驱逐出境。
εὐθὺς δὲ καὶ πρέσβεις ἀπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, εὐλαβούμενοι μή τινες τῶν πολιτῶν νεωτερίσωσιν.
由于担心部分公民会发动叛乱,他们随即派遣使者前往拉刻代蒙请求援助。
§14.97.3Λακεδαιμόνιοι δʼ αὐτοῖς ἀπέστειλαν ἑπτὰ τριήρεις καὶ τοὺς ἀφηγησομένους τῶν πραγμάτων τρεῖς ἄνδρας, Εὐδόκιμον καὶ Φιλόδοκον καὶ Διφίλαν.
拉刻代蒙人向他们派遣了七艘三段舵船,以及三位负责指导局势的人:埃乌多基莫斯、菲洛多科斯和迪菲拉斯。
οὗτοι δὲ πρῶτον εἰς Σάμον κομισθέντες ἀπέστησαν τὴν πόλιν Ἀθηναίων, ἔπειτα καταπλεύσαντες εἰς Ῥόδον τῶν ἐνταῦθα πραγμάτων εἶχον τὴν ἐπιμέλειαν.
这些人首先前往萨摩斯,使该城脱离雅典,随后乘船抵达罗德斯,掌管那里的事务。
§14.97.4οἱ δὲ Λακεδαιμόνιοι, προχωρούντων αὐτοῖς τῶν πραγμάτων, ἔγνωσαν ἀντέχεσθαι τῆς θαλάττης, καὶ πάλιν ἐκ τοῦ κατʼ ὀλίγον ἐκράτουν τῶν συμμάχων ἀθροίσαντες ναυτικόν.
此时,拉刻代蒙人因局势进展顺利,决定夺取海上霸权,并再次逐步控制盟友,集结起一支海军。
οὗτοι μὲν οὖν εἴς τε Σάμον καὶ Κνίδον καὶ Ῥόδον κατέπλευσαν, καὶ πανταχόθεν ναῦς τε καὶ τοὺς ἀρίστους καταγράφοντες ἐπιβάτας ἐξήρτυον πολυτελῶς τριήρεις εἴκοσιν ἑπτά.
于是,他们乘船前往萨摩斯、克尼多斯和罗德斯,在各地征募战船和最优秀的士兵,不惜重金装备了二十七艘三段舵船。
§14.97.5Ἀγησίλαος δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεύς, ἀκούων τοὺς Ἀργείους περὶ τὴν Κόρινθον διατρίβοντας, ἐξήγαγε τοὺς Λακεδαιμονίους πανδημεὶ πλὴν μιᾶς μόρας.
拉刻代蒙人的国王阿格西劳斯听说阿尔戈斯人滞留在科林斯附近,便率领除一个莫拉之外的全体拉刻代蒙人出征。
ἐπελθὼν δὲ τὴν Ἀργείαν πᾶσαν τὰς μὲν κτήσεις διήρπασεν, τὴν δὲ χώραν δενδροτομήσας εἰς τὴν Σπάρτην ἀπεχώρησεν.
他侵入整个阿尔戈斯地区,掠夺了财产,并在砍伐了该地的树木后,撤回了斯巴达。

词汇与语法注释

  1. 14.97.1χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος. — 原文虽写有“三位千人队长”(χιλίαρχοι τρεῖς),但实际仅列出了马尔库斯·富里乌斯与盖乌斯·埃米利乌斯两个名字。这可能是抄本传承过程中的遗漏或作者的疏忽,译文忠实保留了该不一致。
  2. 14.97.2συνδραμόντων δʼ αὐτῶν... πειρωμένων — 此处为属格独立结构,其主语代词 αὐτῶν 指代前句中的宾语,即被驱逐的亲雅典派。根据上下文,将其译为转折关系(“尽管他们……”)最为自然。
  3. 14.97.2εὐλαβούμενοι μή τινες τῶν πολιτῶν νεωτερίσωσιν — 连词 μή 引导一个表示担忧的从句(搭配虚拟语气动词 νεωτερίσωσιν),依附于分词 εὐλαβούμενοι(意为“担心/戒备部分公民……”)。
  4. 14.97.3τοὺς ἀφηγησομένους τῶν πραγμάτων — 带有定冠词的将来时分词 ἀφηγησομένους 表示目的,意为“为了指导/管理局势的人”。
  5. 14.97.4ἐκ τοῦ κατʼ ὀλίγον — 介词短语的组合,构成副词性惯用表达,意为“逐渐地”或“一点一点地”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.97.1-14.97.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.97.1-14.97.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。