§14.97.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοτέλης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος.
この年が過ぎると、アテナイではニコテレスが執政官となり、ローマでは3人のトリブス・ミリトゥム、マルクス・フリウス、ガイウス・アエミリウスが執政官の権限を管轄した。
τούτων δὲ τὴν ἀρχὴν παρειληφότων οἱ λακωνίζοντες τῶν Ῥοδίων ἐπαναστάντες τῷ δήμῳ τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας ἐξέβαλον ἐκ τῆς πόλεως.
彼らがその職を引き継ぐと、ロドス人のうちスパルタに加担する者たちが民衆に対して蜂起し、アテナイに心を寄せる者たちを市から追放した。
§14.97.2συνδραμόντων δʼ αὐτῶν ἐν τοῖς ὅπλοις καὶ πειρωμένων ἀντέχεσθαι τῶν πραγμάτων, ἐπεκράτησαν οἱ Λακεδαιμονίοις συμμαχοῦντες, καὶ πολλοὺς μὲν ἐφόνευσαν, τοὺς δὲ διαφυγόντας ἐξεκήρυξαν.
追放された者たちが武器を持って集まり、支配権を維持しようと試みたものの、ラケダイモン人と同盟する者たちが勝利を収め、多くの者を殺害し、逃れた者たちを追放刑に処した。
εὐθὺς δὲ καὶ πρέσβεις ἀπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, εὐλαβούμενοι μή τινες τῶν πολιτῶν νεωτερίσωσιν.
そして直ちに、市民の一部が反乱を起こすのではないかと警戒して、彼らは支援を求めてラケダイモンに使節を派遣した。
§14.97.3Λακεδαιμόνιοι δʼ αὐτοῖς ἀπέστειλαν ἑπτὰ τριήρεις καὶ τοὺς ἀφηγησομένους τῶν πραγμάτων τρεῖς ἄνδρας, Εὐδόκιμον καὶ Φιλόδοκον καὶ Διφίλαν.
ラケダイモン人は彼らに、7隻の三段櫂船と、事態を指導するための3人の男、エウドキモス、ピロドコス、ディピラスを派遣した。
οὗτοι δὲ πρῶτον εἰς Σάμον κομισθέντες ἀπέστησαν τὴν πόλιν Ἀθηναίων, ἔπειτα καταπλεύσαντες εἰς Ῥόδον τῶν ἐνταῦθα πραγμάτων εἶχον τὴν ἐπιμέλειαν.
彼らはまずサモスに赴いてその市をアテナイから離反させ、それからロドスに船で至ると、現地の諸事の管理にあたった。
§14.97.4οἱ δὲ Λακεδαιμόνιοι, προχωρούντων αὐτοῖς τῶν πραγμάτων, ἔγνωσαν ἀντέχεσθαι τῆς θαλάττης, καὶ πάλιν ἐκ τοῦ κατʼ ὀλίγον ἐκράτουν τῶν συμμάχων ἀθροίσαντες ναυτικόν.
一方、ラケダイモン人は、物事が自分たちにとって好調に進んでいたので、海の支配権を掌握することを決意し、再び少しずつ、同盟諸国を支配下におきつつ海軍を招集した。
οὗτοι μὲν οὖν εἴς τε Σάμον καὶ Κνίδον καὶ Ῥόδον κατέπλευσαν, καὶ πανταχόθεν ναῦς τε καὶ τοὺς ἀρίστους καταγράφοντες ἐπιβάτας ἐξήρτυον πολυτελῶς τριήρεις εἴκοσιν ἑπτά.
こうして彼らはサモス、クニドス、ロドスへと船で向かい、至るところから船と最も優秀な海兵を徴募して、費用を惜しまず27隻の三段櫂船を艤装した。
§14.97.5Ἀγησίλαος δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεύς, ἀκούων τοὺς Ἀργείους περὶ τὴν Κόρινθον διατρίβοντας, ἐξήγαγε τοὺς Λακεδαιμονίους πανδημεὶ πλὴν μιᾶς μόρας.
ラケダイモン人の王アゲシラオスは、アルゴス人がコリントスの周辺に滞留していると聞き、1つのモーラを除いてラケダイモン人を総動員して出撃させた。
ἐπελθὼν δὲ τὴν Ἀργείαν πᾶσαν τὰς μὲν κτήσεις διήρπασεν, τὴν δὲ χώραν δενδροτομήσας εἰς τὴν Σπάρτην ἀπεχώρησεν.
彼はアルゴス地方全域に侵入して財産を略奪し、土地の樹木を伐採すると、スパルタへと撤退した。