§14.96.1Μάγων δʼ ἐν πολεμίᾳ χώρᾳ στρατοπεδεύων, καὶ τῶν ἀναγκαίων ἐνδεὴς ἀεὶ μᾶλλον γινόμενος, οὐ μετρίως ἠλαττοῦτο· καὶ γὰρ οἱ περὶ τὸν Ἄγυριν τῆς χώρας ἔμπειροι καθεστῶτες ἐν ταῖς ἐνέδραις ἐπλεονέκτουν καὶ τὰς ἀγορὰς τῶν πολεμίων ἀφῃροῦντο.
另一方面,马贡在敌方领土上扎营,必需品日益匮乏,遭受了不小的损失;因为阿吉里斯手下的人熟悉当地地形,在伏击中占尽优势,并劫掠了敌人的补给队。
§14.96.2λεγόντων δὲ τῶν Συρακοσίων διὰ μάχης κρίνειν ὡς τάχιστα τὰ πράγματα, Διονύσιος ἠναντιοῦτο λέγων χωρὶς κινδύνων τῷ χρόνῳ καὶ τῇ σπάνει καταφθαρήσεσθαι τοὺς βαρβάρους· ἐφʼ οἷς παροργισθέντες οἱ Συρακόσιοι κατέλιπον τὸν Διονύσιον.
当叙拉古人主张尽快通过战斗决出胜负时,狄奥尼修斯表示反对,称无需冒危险,异族人就会因时间和匮乏而自取灭亡;叙拉古人对此大为愤怒,便抛弃了狄奥尼修斯。
§14.96.3ὁ δὲ τὸ μὲν πρῶτον εὐλαβούμενος ἐπʼ ἐλευθερίαν ἐκάλει τοὺς οἰκέτας, μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν Καρχηδονίων ὑπὲρ εἰρήνης ὑπακούσας ἀναπομπίμους τοῖς κυρίοις ἐποίησε, πρὸς δὲ τοὺς Καρχηδονίους εἰρήνην ἐποιήσατο.
狄奥尼修斯起初由于戒备而征召奴隶并许诺其自由,但此后,由于迦太基人派遣使者前来求和,他便应允了他们,将奴隶送回其主人处,并与迦太基人缔结了和平条约。
§14.96.4ἦσαν δʼ αἱ συνθῆκαι τὰ μὲν ἄλλα παραπλήσιαι ταῖς πρότερον, Σικελοὺς δὲ δεῖν ὑπὸ Διονύσιον τετάχθαι καὶ παραλαβεῖν αὐτὸν τὸ Ταυρομένιον.
条约的内容在其他方面与之前相似,但规定西西里人应归于狄奥尼修斯麾下,且由他接管陶罗梅尼乌姆。
μετὰ δὲ τὰς συνθήκας Μάγων μὲν ἀπέπλευσε, Διονύσιος δὲ παραλαβὼν τὸ Ταυρομένιον τοὺς μὲν πλείστους τῶν ἐκεῖ Σικελῶν ἐξέβαλεν, τῶν δʼ ἰδίων μισθοφόρων τοὺς ἐπιτηδειοτάτους ἐπιλέξας κατῴκισεν.
条约缔结后,马贡乘船离去,而狄奥尼修斯在接管陶罗梅尼乌姆后,驱逐了当地的大部分西西里人,并从自己的雇佣兵中挑选最合适的人安置在该地。
§14.96.5καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι Φαλίσκον πόλιν ἐκ τοῦ Φαλίσκων ἔθνους ἐξεπόρθησαν.
西西里的局势便在这样的状态中,而在意大利,罗马人攻陷了法利斯克民族的法利斯克城。