Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.95.1-14.95.7

马贡入侵西西里与狄奥尼修斯联手阿吉里斯

第 389 段,共 723 段 · 希腊语

内容简介

迦太基的马贡率领大军进入西西里并在阿吉里乌姆安营扎寨。狄奥尼修斯出兵迎战,并与阿吉里乌姆的僭主阿吉里斯结盟,共同对抗迦太基人。

§14.95.1Καρχηδόνιοι δὲ βραδέως ἑαυτοὺς ἐκ τῆς περὶ Συρακούσας συμφορᾶς ἀναλαβόντες, ἔγνωσαν ἀντέχεσθαι τῶν κατὰ Σικελίαν πραγμάτων.
迦太基人从叙拉古附近的惨败中缓慢恢复过来,决定继续维持他们在西西里的权益。
κρίναντες δὲ διαγωνίζεσθαι, ναυσὶ μὲν μακραῖς ὀλίγαις διέβησαν, δύναμιν δὲ συνήγαγον ἀπό τε Λιβύης καὶ Σαρδοῦς, ἔτι δὲ τῶν ἐξ Ἰταλίας βαρβάρων.
他们决心战斗到底,便率领少数军舰渡海,并从利比亚、萨丁尼亚以及意大利的蛮族中聚集了一支军队。
πάντας δʼ ἐπιμελῶς καθοπλίσαντες μετὰ τῆς οἰκείας χορηγίας ἐπεραιώθησαν εἰς τὴν Σικελίαν, οὐκ ἐλάττους ὄντες τῶν ὀκτὼ μυριάδων, ὧν ἡγεῖτο Μάγων.
在为所有人精心装备并配备了自国的补给后,他们渡海来到西西里,其人数不下于八万人,由马贡担任统帅。
§14.95.2οὗτος μὲν οὖν διὰ Σικελῶν πορευθείς, καὶ τὰς πλείστας πόλεις ἀποστήσας τοῦ Διονυσίου, κατεστρατοπέδευσεν ἐν τῇ τῶν Ἀγυριναίων χώρᾳ παρὰ τὸν Χρύσαν ποταμὸν ἐγγὺς τῆς ὁδοῦ τῆς φερούσης εἰς Μοργαντίναν·
于是,马贡穿过西西里人的领地,使大多数城市背叛了狄奥尼修斯,并在通往摩尔甘提纳的道路附近、紧邻克里萨斯河的阿吉里奈乌斯人领地内安营扎寨。
τοὺς γὰρ Ἀγυριναίους οὐ δυνάμενος εἰς συμμαχίαν προσλαβέσθαι, τῆς εἰς τοὔμπροσθεν ἀπέστη πορείας, ἀκούων τοὺς πολεμίους ἐκ Συρακουσῶν ὡρμηκέναι.
因为他无法将阿吉里奈乌斯人拉入同盟,又听说敌人已从叙拉古出击,便放弃了继续向前进军。
§14.95.3Διονύσιος δὲ πυθόμενος τοὺς Καρχηδονίους διὰ τῆς μεσογείου τὴν πορείαν ποιουμένους, ταχὺ συλλέξας οὓς ἠδύνατο τῶν Συρακοσίων καὶ τῶν μισθοφόρων ὥρμησε, τοὺς πάντας ἔχων οὐκ ἐλάττους δισμυρίων.
另一方面,狄奥尼修斯得知迦太基人正通过内陆行军,便迅速召集了他所能集结的叙拉古人和雇佣兵并出发,总人数不少于两万人。
§14.95.4παραγενόμενος δʼ ἐγγὺς τῶν πολεμίων διεπρεσβεύσατο πρὸς Ἄγυριν τὸν δυναστεύοντα τῶν Ἀγυριναίων.
当抵达敌人附近时,他派遣使者前往阿吉里奈乌斯人的统治者阿吉里斯处。
οὗτος δὲ τῶν τότε τυράννων τῶν ἐν Σικελίᾳ μεγίστην εἶχε δύναμιν μετὰ Διονύσιον· τῶν τε γὰρ περικειμένων ἐρυμάτων σχεδὸν ἁπάντων ἐκυρίευε καὶ τῆς πόλεως τῶν Ἀγυριναίων ἦρχε πολυοχλουμένης κατʼ ἐκείνους τοὺς καιρούς· εἶχε γὰρ πολίτας οὐκ ἐλάττους δισμυρίων.
此人在当时西西里的僭主中,拥有仅次于狄奥尼修斯的最大权力;因为他几乎控制了周围所有的堡垒,并统治着当时人口众多的阿吉里奈乌斯城;因为该城拥有不少于两万名公民。
§14.95.5ἦν δὲ καὶ εἰς τοῦτο τὸ πλῆθος ἐν τῇ πόλει συνηθροισμένον χρημάτων πολλῶν κατὰ τὴν ἀκρόπολιν παράθεσις, ἣν Ἄγυρις ἠθροίκει πεφονευκὼς τοὺς εὐπορωτάτους τῶν πολιτῶν.
此外,除了聚集在城内的这群民众之外,在卫城里还储备着大量财富,这是阿吉里斯在杀害了最富有的市民后搜刮而来的。
§14.95.6ἀλλʼ ὁ Διονύσιος μετʼ ὀλίγων εἰσελθὼν ἐντὸς τοῦ τείχους ἔπεισε τὸν Ἄγυριν συμμαχῆσαι γνησίως, καὶ πολλὴν ἐπηγγείλατο χώραν τῆς ὁμόρου δωρήσεσθαι κατορθωθέντος τοῦ πολέμου.
然而,狄奥尼修斯仅率少数人进入城墙内,说服了阿吉里斯同他精诚结盟,并承诺一旦战争取得成功,将赠予他大量相邻的土地。
§14.95.7ὁ δʼ Ἄγυρις πρῶτον μὲν πάσῃ τῇ Διονυσίου δυνάμει σῖτον καὶ τἄλλα ὅσα ἦν χρεία προθύμως ἐδωρήσατο, καὶ πανδημεὶ τὴν δύναμιν ἐξαγαγὼν ἐστράτευσε μετὰ Διονυσίου καὶ κοινῇ πρὸς Καρχηδονίους διεπολέμει.
于是,阿吉里斯首先慷慨地向狄奥尼修斯的全体军队提供了粮食及其他所需物资,接着率领全体公民组成的军队与狄奥尼修斯一同出征,共同对迦太基人作战。

词汇与语法注释

  1. 14.95.2ἀποστήσας / ἀπέστη — 同一动词 ἀφίστημι 在不同不定过去时形式下及物与不及物用法的对比。前者的 ἀποστήσας 是第一不定过去时主动分词(及物),意为“使……叛变”,带分离属格 τοῦ Διονυσίου;后者的 ἀπέστη 是第二不定过去时主动直陈语气(不及物),意为“放弃”、“退缩”,同样支配分离属格 τῆς ... πορείας。
  2. 14.95.5εἰς τοῦτο τὸ πλῆθος — 介词 εἰς 在此处的用法意为“除……之外”或“加上”(in addition to),表示除了前句提到的城内众多人口之外,卫城里还储备了大量财富。另一种解释是将其视为表示目的或对象(“为了这群民众”),但鉴于前文强调了人口之多,此处作为追加事实的“除……之外”更符合上下文语境。
  3. 14.95.6κατορθωθέντος τοῦ πολέμου — 属格独立分词结构。被动语态不定过去时分词 κατορθωθέντος 意为“(战争)被成功引导/取得成功”,在此处带有指向未来的条件语气(“如果战争成功结束的话”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.95.1-14.95.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.95.1-14.95.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。