§14.92.1τούτων δὲ πραχθέντων Ἀργεῖοι μετὰ τῶν ὅπλων πανδημεὶ στρατεύσαντες εἰς Κόρινθον τήν τʼ ἀκρόπολιν κατελάβοντο καὶ τὴν πόλιν ἐξιδιοποιησάμενοι τὴν Κορινθίων χώραν Ἀργείαν ἐποίησαν.
这些事情发生之后,阿耳戈斯人率领全军向科林斯进军,占领了卫城,并把该城据为己有,将科林斯人的领土并入阿耳戈斯。
§14.92.2ἐπεβάλετο δὲ καὶ Ἰφικράτης ὁ Ἀθηναῖος καταλαβέσθαι τὴν πόλιν, ἐπιτήδειον οὖσαν εἰς τὴν τῆς Ἑλλάδος ἡγεμονίαν· τοῦ δὲ δήμου κωλύσαντος οὗτος μὲν ἀπέθετο τὴν ἀρχήν, οἱ δʼ Ἀθηναῖοι Χαβρίαν ἀντʼ αὐτοῦ στρατηγὸν εἰς τὴν Κόρινθον ἐξέπεμψαν.
雅典人伊菲克拉特斯也企图占领该城,因为它处于有利于争夺希腊霸权的位置;但由于民众阻挠,他放弃了指挥权,而雅典人则派遣哈布里阿斯代替他担任将军前往科林斯。
§14.92.3κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντας ὁ Φιλίππου πατὴρ Ἰλλυριῶν ἐμβαλόντων εἰς Μακεδονίαν ἐξέπιπτεν ἐκ τῆς χώρας· ἀπογνοὺς δὲ τὴν ἀρχὴν Ὀλυνθίοις μὲν τὴν σύνεγγυς χώραν ἐδωρήσατο, αὐτὸς δὲ τότε μὲν ἀπέβαλε τὴν βασιλείαν, μετʼ ὀλίγον δὲ χρόνον ὑπὸ Θετταλῶν καταχθεὶς ἀνεκτήσατο τὴν ἀρχήν, καὶ ἐβασίλευσεν ἔτη εἴκοσι τέτταρα.
在马其顿,腓力的父亲阿明塔斯在意利里亚人入侵马其顿后被逐出该国;他对重获政权感到绝望,于是将邻近的领土赠送给奥林索斯人,自己当时虽然失去了王位,但不久后在色萨利人的支持下复位,重新夺回了政权,并统治了二十四年。
§14.92.4ἔνιοι δέ φασι μετὰ τὴν ἔκπτωσιν τὴν Ἀμύντου διετῆ χρόνον Ἀργαῖον βασιλεῦσαι τῶν Μακεδόνων, καὶ τότε τὸν Ἀμύνταν ἀνακτήσασθαι τὴν βασιλείαν.
但也有人说,在阿明塔斯被逐之后,阿尔盖乌斯统治了马其顿人两年,随后阿明塔斯才重新夺回王位。