Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.62.1-14.62.5

狄奥尼修斯求援与希米尔科围攻叙拉古

第 356 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯向希腊各城邦派遣使者和募兵官寻求援助,而迦太基将军伊米尔卡则率领庞大的舰队和陆军包围叙拉古,进行武力威吓并洗劫其领土。

§14.62.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν καταπεπληγμένος τοὺς Καρχηδονίους, ἀπέστειλε πρεσβευτὴν πρός τε τοὺς κατʼ Ἰταλίαν Ἕλληνας καὶ πρὸς Λακεδαιμονίους, ἔτι δὲ Κορινθίους, Πολύξενον τὸν κηδεστήν, δεόμενος βοηθεῖν καὶ μὴ περιιδεῖν τὰς ἐν Σικελίᾳ πόλεις τῶν Ἑλλήνων ἄρδην ἀναιρουμένας.
此后,狄奥尼修斯因畏惧迦太基人,便派遣他的姐夫波吕克塞诺斯作为使者,前往意大利的希腊人、拉刻代蒙人以及科林斯人那里,恳求他们予以援助,不要坐视西西里的希腊城市遭受彻底毁灭。
ἔπεμψε δὲ καὶ ξενολόγους εἰς Πελοπόννησον μετὰ πολλῶν χρημάτων, ἐντειλάμενος ὡς πλείστους ἀθροίζειν στρατιώτας, μὴ φειδομένους τῶν μισθῶν.
他还带着大量资金派遣募兵官前往伯罗奔尼撒,命令他们不惜军饷,招募尽可能多的士兵。
§14.62.2Ἰμίλκων δὲ τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις κοσμήσας τὰς ναῦς κατέπλευσεν εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων, καὶ πολλὴν τοῖς ἐν τῇ πόλει κατάπληξιν ἐπέστησεν.
与此同时,伊米尔卡用从敌人那里缴获的战利品装饰船只,驶入叙拉古的大港,使城中的人们陷入了极大的恐慌。
διακόσιαι μὲν γὰρ καὶ πεντήκοντα μακραὶ ναῦς εἰσέπλεον ἐν τάξει τὰς εἰρεσίας ποιούμεναι καὶ τοῖς ἐκ τοῦ πολέμου λαφύροις πολυτελῶς κεκοσμημέναι, μετὰ δὲ ταῦτα αἱ φορτηγοὶ ναῦς εἰσθεόμεναι μὲν ὑπὲρ τρισχιλίας, φέρουσαι δὲ πλείους τῶν πεντακοσίων, αἱ δὲ πᾶσαι σχεδὸν δισχίλιαι.
因为有两百五十艘战船整齐地划桨驶入,用战争的战利品装饰得富丽堂皇,其后商船也蜂拥而至,涌入者超过三千艘,运载五百以上的有许多,总数则将近二千艘。
διὸ καὶ συνέβαινε τὸν λιμένα τῶν Συρακοσίων, καίπερ ὄντα μέγαν, ἐμπεφράχθαι μὲν τοῖς σκάφεσι, συγκαλύπτεσθαι δὲ σχεδὸν ἅπαντα τοῖς ἱστίοις.
因此,叙拉古的港口虽然巨大,却也被船只塞满,几乎整片海域都被风帆所覆盖。
§14.62.3τούτων δὲ καθορμισθεισῶν εὐθὺς καὶ τὸ πεζὸν στρατόπεδον ἐκ θατέρου μέρους ἀντιπαρῆγε, συνεστηκός, ὡς μέν τινες ἀνέγραψαν, ἐκ τριάκοντα μυριάδων πεζῶν, ἱππέων δὲ τρισχιλίων.
这些船只一经停泊,步兵军队也随即从另一侧并排行军而来。 据某些历史学家记载,这支军队由三十万步兵和三千骑兵组成。
ὁ μὲν οὖν στρατηγὸς τῶν δυνάμεων Ἰμίλκων κατεσκήνωσεν ἐν τῷ τοῦ Διὸς νεῴ, τὸ δὲ λοιπὸν πλῆθος ἐν τῷ παρακειμένῳ τόπῳ κατεστρατοπέδευσεν, ἀπέχον τῆς πόλεως σταδίους δώδεκα.
于是,全军统帅伊米尔卡在宙斯神庙扎营,其余大军则在邻近、距离城市十二斯塔德的地方安营扎寨。
§14.62.4μετὰ δὲ ταῦτα Ἰμίλκων ἐξήγαγε τὴν στρατιὰν ἅπασαν, καὶ πρὸ τῶν τειχῶν ἐξέταξε τὴν δύναμιν, εἰς μάχην προκαλούμενος τοὺς Συρακοσίους.
此后,伊米尔卡率领全军出动,在城墙前整列军队,向叙拉古人挑战。
ἐπέπλευσε δὲ καὶ τοῖς λιμέσιν ἑκατὸν ναυσὶ ταῖς ἀρίσταις, ὅπως καταπλήξηται τοὺς κατὰ τὴν πόλιν καὶ συναναγκάσῃ συγχωρεῖν ἥττους εἶναι καὶ κατὰ θάλατταν.
他还率领一百艘最优秀的船只驶向港口,以此恐吓城中的居民,并迫使他们承认在海上也处于劣势。
§14.62.5οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος τότε μὲν ἀπῆγε τὴν δύναμιν εἰς τὴν στρατοπεδείαν, μετὰ δὲ ταῦτʼ ἐφʼ ἡμέρας τριάκοντα τὴν χώραν ἐπῄει δενδροτομῶν καὶ πᾶσαν φθείρων, ὅπως ἅμα μὲν τοὺς στρατιώτας πληρώσῃ παντοίας ὠφελείας, ἅμα δὲ τοὺς ἐντὸς τῶν τειχῶν εἰς ἀθυμίαν καταστήσῃ.
然而,由于无人敢于出城迎战,他当时便将军队撤回营地。 此后三十天里,他在领土内四处横行,砍伐树木,摧毁一切,这既是为了让士兵们获得各种丰厚的战利品,也是为了让城墙内的人陷入沮丧。

词汇与语法注释

  1. 14.62.1μὴ περιιδεῖν τὰς ἐν Σικελίᾳ πόλεις τῶν Ἑλλήνων ἄρδην ἀναιρουμένας — 动词 περιορῶ(漠视、坐视)在此处与补足性分词(此处为现在被动分词 ἀναιρουμένας)连用,构成“坐视某事被毁灭”的句式。
  2. 14.62.2αἱ φορτηγοὶ ναῦς εἰσθεόμεναι μὲν ὑπὲρ τρισχιλίας, φέρουσαι δὲ πλείους τῶν πεντακοσίων, αἱ δὲ πᾶσαι σχεδὸν δισχίλιαι — 此处文本被普遍认为存在抄写错误。描述涌入数量的“超过三千”(ὑπὲρ τρισχιλίας)与随后的“总共将近二千”(σχεδὸν δισχίλιαι)在算术上存在矛盾。尽管对分词和数词有多种校订方案,本译文仍忠实于传抄文本,保留了这一矛盾。
  3. 14.62.4συναναγκάσῃ συγχωρεῖν ἥττους εἶναι καὶ κατὰ θάλατταν — 目的从句(由 ὅπως 引导)内部的嵌套不定式结构。表示强迫的动词 συναναγκάζω 支配不定式 συγχωρεῖν(承认),而 συγχωρεῖν 又支配一个由隐含的主语对格(αὐτούς)和不定式 ἥττους εἶναι(较弱、处于劣势)组成的“对格加不定式”结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.62.1-14.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.62.1-14.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。