§14.63.1κατελάβετο δὲ καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον, καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν·
彼はアクラディナの郊外をも占領し、デメテルとコレの両方の神殿を略奪した。
ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ θεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν.
これらに対し、彼は神性に対する不敬への応分の罰を速やかに受けることとなった。
ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καθʼ ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι συνέβαινε προτερεῖν τοὺς Συρακοσίους.
というのも、彼にとっては事態が日々急速に悪化し、ディオニシオスが小競り合いを仕掛ける自信を深めたため、シラクサ人たちが優勢に立つこととなったからである。
§14.63.2ἐγίνοντο δὲ καὶ τὰς νύκτας ἐν τῷ στρατοπέδῳ παράλογοι ταραχαί, καὶ μετὰ τῶν ὅπλων συνέτρεχον, ὡς τῶν πολεμίων ἐπιθεμένων τῷ χάρακι.
また、夜間には陣営内で理不尽な混乱が発生し、敵が柵に襲いかかってきたかのように、兵士たちは武器を手に走り集まった。
ἐπεγενήθη δὲ καὶ νόσος, ἣ πάντων αὐτοῖς αἰτία κακῶν κατέστη·
さらに疫病も発生し、それが彼らにとってあらゆる災厄の原因となった。
περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν, ἵνα μὴ προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.
これについては、記述において時期を先取りすることのないよう、少し後で述べることにする。
§14.63.3Ἰμίλκων μὲν οὖν τεῖχος περιβαλὼν τῇ παρεμβολῇ, τοὺς τάφους σχεδὸν πάντας τοὺς σύνεγγυς καθεῖλεν, ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης, πολυτελῶς κατεσκευασμένους.
そこでイミルコンは、陣営の周囲に壁を巡らし、付近のほとんどすべての墓を取り壊したが、その中には、豪華に造られていたゲロンとその妻デマレテの墓もあった。
ᾠκοδόμησε δὲ καὶ τρία φρούρια παρὰ θάλατταν, τὸ μὲν ἐπὶ τοῦ Πλημμυρίου, τὸ δʼ ἐπὶ μέσου τοῦ λιμένος, τὸ δὲ κατὰ τὸν νεὼν τοῦ Διός·
彼はまた、海沿いに3つの砦を築いた。 1つはプレミュリオンに、もう1つは港の中ほどに、そして3つ目はゼウスの神殿のそばに。
εἰς δὲ ταῦτα τόν τε οἶνον καὶ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων κατεκόμιζε, νομίζων χρονιωτέραν ἔσεσθαι τὴν πολιορκίαν.
そして、包囲戦がより長期にわたるだろうと考え、これらの砦の中にワインや穀物、その他の必需品を運び込んだ。
§14.63.4ἀπέστειλε δὲ καὶ τὰς ὁλκάδας ναῦς ἔς τε Σαρδῶνα καὶ Λιβύην, ὅπως σῖτον καὶ τὰς ἄλλας τροφὰς παρακομίζωσιν.
さらに彼は、穀物やその他の食糧を運んでこさせるために、貨物船をサルディニアとリビアへと派遣した。
Πολύξενος δὲ ὁ Διονυσίου κηδεστὴς ἔκ τε Πελοποννήσου καὶ τῆς Ἰταλίας παρεγενήθη ναῦς μακρὰς ἄγων τριάκοντα παρὰ τῶν συμμάχων καὶ ναύαρχον Φαρακίδαν Λακεδαιμόνιον.
一方、ディオニシオスの義理の兄弟であるポリュクセノスが、ペロポネソスとイタリアから到着した。 同盟国からの30隻の軍船と、スパルタの提督ファラキダスを伴って。