Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.42.1-14.42.5

弹射器的发明与狄奥尼修斯的大规模造船

第 336 段,共 723 段 · 希腊语

内容简介

随着狄奥尼修斯在叙拉古召集了优秀的工匠,新武器弹射器得以发明,大型战船的建造也拉开序幕。他从埃特纳山和意大利调集了大量木材,开展了大规模的造船计划,并在港口周围建造和修复了大量船坞。

§14.42.1καὶ γὰρ τὸ καταπελτικὸν εὑρέθη κατὰ τοῦτον τὸν καιρὸν ἐν Συρακούσαις, ὡς ἂν τῶν κρατίστων τεχνιτῶν πανταχόθεν εἰς ἕνα τόπον συνηγμένων.
事实上,正因为最优秀的工匠从各地被召集到了同一个地方,弹射器也是在此时的叙拉古被发明出来的。
τὴν γὰρ προθυμίαν τό τε μέγεθος τῶν μισθῶν ἐξεκαλεῖτο καὶ τὸ πλῆθος τῶν προκειμένων ἄθλων τοῖς ἀρίστοις κριθεῖσι· χωρὶς δὲ τούτων περιπορευόμενος τοὺς ἐργαζομένους ὁ Διονύσιος καθʼ ἡμέραν λόγοις τε φιλανθρώποις ἐχρῆτο καὶ τοὺς προθυμοτάτους ἐτίμα δωρεαῖς καὶ πρὸς τὰ συνδείπνια παρελάμβανε.
因为薪酬之丰厚以及为被评为最优秀者所设的众多奖项,激发了他们的热忱;除此以外,狄奥尼修斯每天在劳动者中巡视,对他们温言慰勉,用礼物表彰最积极的人,并邀请他们一同进餐。
§14.42.2διόπερ ἀνυπέρβλητον φιλοτιμίαν εἰσφέροντες οἱ τεχνῖται πολλὰ προσεπενοοῦντο βέλη καὶ μηχανήματα ξένα καὶ δυνάμενα παρέχεσθαι μεγάλας χρείας.
因此,工匠们怀着无比的竞争心,额外发明了许多新奇的、能发挥巨大效用的投掷物和机器。
ἤρξατο δὲ ναυπηγεῖσθαι τετρήρεις καὶ πεντηρικὰ σκάφη, πρῶτος ταύτην τὴν κατασκευὴν τῶν νεῶν ἐπινοήσας.
他也开始建造四段桨船和五段桨船,他是第一个想出这种船只构造的人。
§14.42.3ἀκούων γὰρ ὁ Διονύσιος ἐν Κορίνθῳ ναυπηγηθῆναι τριήρη πρώτως, ἔσπευδε κατὰ τὴν ἀποικισθεῖσαν ὑπʼ ἐκείνων πόλιν αὐξῆσαι τὸ μέγεθος τῆς τῶν νεῶν κατασκευῆς.
因为狄奥尼修斯听说,三段桨船最初是在哥林多建造的,所以他急于在这座由他们建立的殖民城市中,扩大船只建造的规模。
§14.42.4λαβὼν δʼ ἐκ τῆς Ἰταλίας ἐξαγωγὴν ὕλης, τοὺς μὲν ἡμίσεις τῶν ὑλοτόμων εἰς τὸ κατὰ τὴν Αἴτνην ὄρος ἀπέστειλε, γέμον κατʼ ἐκείνους τοὺς χρόνους πολυτελοῦς ἐλάτης τε καὶ πεύκης, τοὺς δʼ ἡμίσεις εἰς τὴν Ἰταλίαν ἀποστείλας παρεσκευάσατο ζεύγη μὲν τὰ πρὸς τὴν θάλατταν κατακομιοῦντα, πλοῖα δὲ καὶ τοὺς ὑπηρέτας πρὸς τὸ τὰς σχεδίας ἀπάγεσθαι κατὰ τάχος εἰς τὰς Συρακούσας.
他获得了从意大利出口木材的许可,将半数伐木工派往埃特纳山,当时那里长满了优质的冷杉和松树;另一半派往意大利,并准备了将木材运往海边的驮兽队,以及快速将木筏拖运回叙拉古的船只和助手。
§14.42.5ὁ δὲ Διονύσιος ἐπειδὴ τὴν ἱκανὴν ὕλην ἤθροισεν, ὑφʼ ἕνα καιρὸν ἤρξατο ναυπηγεῖσθαι ναῦς πλείους τῶν διακοσίων, ἐπισκευάζειν δὲ τὰς προϋπαρχούσας δέκα πρὸς ταῖς ἑκατόν· ᾠκοδόμει δὲ καὶ νεωσοίκους πολυτελεῖς κύκλῳ τοῦ νῦν μεγάλου καλουμένου λιμένος ἑκατὸν ἑξήκοντα, τοὺς πλείστους δύο ναῦς δεχομένους, καὶ τοὺς προϋπάρχοντας ἐθεράπευεν, ὄντας ἑκατὸν πεντήκοντα.
而狄奥尼修斯在收集了足够的木材后,在同一时期开始建造两百多艘新船,并翻修已有的一百一十艘旧船;他还在如今被称为“大港”的港口周围建造了一百六十座豪华的船坞,其中大多数能容纳两艘船,并修缮了已有的、数量为一百原五十座的船坞。

词汇与语法注释

  1. §14.42.1ὡς ἂν τῶν κρατίστων τεχνιτῶν... συνηγμένων — 连词 ὡς 和语气词 ἄν 连用,后接属格绝对结构(τῶν... τεχνιτῶν... συνηγμένων)。此处 ὡς 极 + 分词表示原因(“因为”、“既然有……”),带有一种条件或虚拟的语气,强调在当时情况下这一结果的自然产生。
  2. §14.42.3κατὰ τὴν ἀποικισθεῖσαν ὑπʼ ἐκείνων πόλιν — 此处的介词 κατὰ 表示地点关系(“在……之中”)。“由他们(哥林多人)建立为殖民地的城市”指的是叙拉古,背景是叙拉古是哥林多的殖民地。
  3. §14.42.4γέμον — 动词 γέμω(充满)的现在分词中性单数宾格形式。它修饰前置词 εἰς 的宾语、中性名词 ὄρος(山)。该动词习惯上支配属格(πολυτελοῦς ἐλάτης τε καὶ πεύκης)以表示充满的对象。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.42.1-14.42.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.42.1-14.42.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。