§14.41.1ὁρῶν δὲ τῶν Ἑλλήνων τινὰς εἰς τὴν ἐπικράτειαν τῶν Καρχηδονίων ἀποτρέχοντας τάς τε πόλεις καὶ τὰς κτήσεις κομιζομένους, ἐνόμιζε τῆς πρὸς Καρχηδονίους εἰρήνης μενούσης πολλοὺς τῶν ὑφʼ αὑτὸν ταττομένων βουλήσεσθαι κοινωνεῖν τῆς ἐκείνων ἀποστάσεως, ἐὰν δὲ πόλεμος γένηται, πάντας τοὺς καταδεδουλωμένους ὑπὸ Καρχηδονίων ἀποστήσεσθαι πρὸς αὐτόν·
狄奥尼修斯看到一些希腊人逃往迦太基人的领地,并收回了他们的城市和财产,他认为,只要与迦太基人的和平继续下去,许多受他统治的人就会想要加入并叛逃到迦太基人那里;但如果战争爆发,所有被迦太基人奴役的人都会倒向他这一边。
ἤκουσε δὲ καὶ τῶν Καρχηδονίων πολλοὺς ἐν Λιβύῃ διεφθάρθαι λοιμικῇ καταστάσει περιπεσόντας.
同时,他也听说在利比亚的许多迦太基人因陷入疫病流行而丧生。
§14.41.2διὸ καὶ νομίζων εὔθετον ἔχειν καιρὸν τοῦ πολέμου, κατασκευὴν ἔκρινε δεῖν πρῶτον γίνεσθαι· ὑπελάμβανε γὰρ ἔσεσθαι μέγαν καὶ πολυχρόνιον τὸν πόλεμον, ὡς ἂν πρὸς τοὺς δυνατωτάτους τῶν κατὰ τὴν Εὐρώπην μέλλων διαγωνίζεσθαι.
因此,他认为自己得到了开战的有利时机,决定必须首先进行军备整顿;因为他料想这场战争将会是规模宏大且持久的,毕竟他将要与欧洲最强大的势力进行抗衡。
§14.41.3εὐθὺς οὖν τοὺς τεχνίτας ἤθροιζεν ἐκ μὲν τῶν ὑπʼ αὐτὸν ταττομένων πόλεων κατὰ πρόσταγμα, τοὺς δʼ ἐξ Ἰταλίας καὶ τῆς Ἑλλάδος, ἔτι δὲ τῆς Καρχηδονίων ἐπικρατείας, μεγάλοις μισθοῖς προτρεπόμενος.
于是,他立即通过命令从受他统治的城邦中召集工匠,并用高薪吸引来自意大利、希腊乃至迦太基领地的工匠。
διενοεῖτο γὰρ ὅπλα μὲν παμπληθῆ καὶ βέλη παντοῖα κατασκευάσαι, πρὸς δὲ τούτοις ναῦς τετρήρεις καὶ πεντήρεις, οὐδέπω κατʼ ἐκείνους τοὺς χρόνους σκάφους πεντηρικοῦ νεναυπηγημένου.
因为他计划制造数量极多的武器和各种投掷物,此外还要建造四段桨船和五段桨船,而在此之前,还从未建造过五段桨的船只。
§14.41.4συναχθέντων δὲ πολλῶν τεχνιτῶν, διελὼν αὐτοὺς κατὰ τὰς οἰκείας ἐργασίας κατέστησε τῶν πολιτῶν τοὺς ἐπισημοτάτους, προθεὶς δωρεὰς μεγάλας τοῖς κατασκευάσασιν ὅπλα.
许多工匠聚集之后,他按各自的专业分工对他们进行了划分,并任命公民中最著名的人担任监督,向制造武器的人许以丰厚的奖赏。
διέδωκε δὲ καὶ τῶν ὅπλων τὸν γένους ἑκάστου τύπον διὰ τὸ τοὺς μισθοφόρους ἐκ πολλῶν ἐθνῶν συνεστηκέναι· §14.41.5ἔσπευδε γὰρ ἕκαστον τῶν στρατευομένων κοσμῆσαι τοῖς οἰκείοις ὅπλοις, καὶ διελάμβανε τὸ στρατόπεδον πολλὴν ἕξειν κατάπληξιν διὰ ταύτην τὴν αἰτίαν καὶ κατὰ τὰς μάχας κάλλιστα χρήσεσθαι τῷ συνήθει καθοπλισμῷ πάντας τοὺς συναγωνιζομένους.
他还分发了每种武器的模型,因为他的雇佣兵是由许多不同的民族组成的;因为他急于用各民族特有的武器来装备每一位士兵,并认为军队会因此产生巨大的震慑力,而且在战斗中,所有协力作战的人都能最好地使用自己惯用的装备。
§14.41.6συμπροθυμουμένων δὲ καὶ τῶν Συρακοσίων τῇ τοῦ Διονυσίου προαιρέσει, πολλὴν συνέβαινε γίνεσθαι τὴν φιλοτιμίαν περὶ τὴν τῶν ὅπλων κατασκευήν.
由于叙拉古人也对狄奥尼修斯的计划抱有同样的热忱,因此在武器制造上出现了极大的竞争。
οὐ μόνον γὰρ ἐν τοῖς προνάοις καὶ τοῖς ὀπισθοδόμοις τῶν ἱερῶν, ἔτι δὲ τοῖς γυμνασίοις καὶ ταῖς κατὰ τὴν ἀγορὰν στοαῖς, ἔγεμε πᾶς τόπος τῶν ἐργαζομένων, ἀλλὰ καὶ χωρὶς τῶν δημοσίων τόπων ἐν ταῖς ἐπιφανεστάταις οἰκίαις ὅπλα παμπληθῆ κατεσκευάζετο.
不仅神殿的前厅和后室,以及体育馆和集市上的柱廊,随处都挤满了劳作者,而且除了公共场所以外,在最显赫的住宅里也制造了大量的武器。