§14.41.1ὁρῶν δὲ τῶν Ἑλλήνων τινὰς εἰς τὴν ἐπικράτειαν τῶν Καρχηδονίων ἀποτρέχοντας τάς τε πόλεις καὶ τὰς κτήσεις κομιζομένους, ἐνόμιζε τῆς πρὸς Καρχηδονίους εἰρήνης μενούσης πολλοὺς τῶν ὑφʼ αὑτὸν ταττομένων βουλήσεσθαι κοινωνεῖν τῆς ἐκείνων ἀποστάσεως, ἐὰν δὲ πόλεμος γένηται, πάντας τοὺς καταδεδουλωμένους ὑπὸ Καρχηδονίων ἀποστήσεσθαι πρὸς αὐτόν·
ギリシア人のうちのある者たちが、カルタゴ人の支配領域へと逃れ、自分たちの都市や財産を取り戻しているのを見て、ディオニュシオスは、カルタゴ人との和平が続く限りは、自分の支配下にある多くの者たちも彼らの側への離反に加わることを望むだろうが、もし戦争が起これば、カルタゴ人によって奴隷化されているすべての者たちが自分の方へ離反してくるだろうと考えた。
ἤκουσε δὲ καὶ τῶν Καρχηδονίων πολλοὺς ἐν Λιβύῃ διεφθάρθαι λοιμικῇ καταστάσει περιπεσόντας.
また彼は、リビアにいるカルタゴ人の多くが疫病の蔓延に見舞われて死亡したということも耳にしていた。
§14.41.2διὸ καὶ νομίζων εὔθετον ἔχειν καιρὸν τοῦ πολέμου, κατασκευὴν ἔκρινε δεῖν πρῶτον γίνεσθαι·
そのため、彼は戦争にとって好都合な時機を得たと考えて、まず第一に軍備の準備をなすべきであると判断した。
ὑπελάμβανε γὰρ ἔσεσθαι μέγαν καὶ πολυχρόνιον τὸν πόλεμον, ὡς ἂν πρὸς τοὺς δυνατωτάτους τῶν κατὰ τὴν Εὐρώπην μέλλων διαγωνίζεσθαι.
というのも、彼は、ヨーロッパで最も強力な者たちを相手に戦うことになるのだから、この戦争は大規模で長期にわたるものになるだろうと想定していたからである。
§14.41.3εὐθὺς οὖν τοὺς τεχνίτας ἤθροιζεν ἐκ μὲν τῶν ὑπʼ αὐτὸν ταττομένων πόλεων κατὰ πρόσταγμα, τοὺς δʼ ἐξ Ἰταλίας καὶ τῆς Ἑλλάδος, ἔτι δὲ τῆς Καρχηδονίων ἐπικρατείας, μεγάλοις μισθοῖς προτρεπόμενος.
そこで直ちに、自らの支配下にある諸都市からは命令によって、またイタリアやギリシア、さらにはカルタゴ人の支配領域からも、多額の報酬で誘って職人たちを集めた。
διενοεῖτο γὰρ ὅπλα μὲν παμπληθῆ καὶ βέλη παντοῖα κατασκευάσαι, πρὸς δὲ τούτοις ναῦς τετρήρεις καὶ πεντήρεις, οὐδέπω κατʼ ἐκείνους τοὺς χρόνους σκάφους πεντηρικοῦ νεναυπηγημένου.
彼は、おびただしい数の武器やあらゆる種類の投げ矢を製造し、これらに加えて四段櫂船や五段櫂船を建造することを企図していたのであるが、当時まで五段の船体を備えた船はまだ一隻も建造されたことがなかった。
§14.41.4συναχθέντων δὲ πολλῶν τεχνιτῶν, διελὼν αὐτοὺς κατὰ τὰς οἰκείας ἐργασίας κατέστησε τῶν πολιτῶν τοὺς ἐπισημοτάτους, προθεὶς δωρεὰς μεγάλας τοῖς κατασκευάσασιν ὅπλα.
多くの職人たちが集まると、彼らをそれぞれの専門の仕事に分類した上で、市民のうちで最も著名な者たちを配置し、武器を製造した者たちに多大な恩賞を約束した。
διέδωκε δὲ καὶ τῶν ὅπλων τὸν γένους ἑκάστου τύπον διὰ τὸ τοὺς μισθοφόρους ἐκ πολλῶν ἐθνῶν συνεστηκέναι·
また、傭兵たちが多くの異民族から構成されていたため、それぞれの種類の武器のひな型を分配した。
§14.41.5ἔσπευδε γὰρ ἕκαστον τῶν στρατευομένων κοσμῆσαι τοῖς οἰκείοις ὅπλοις, καὶ διελάμβανε τὸ στρατόπεδον πολλὴν ἕξειν κατάπληξιν διὰ ταύτην τὴν αἰτίαν καὶ κατὰ τὰς μάχας κάλλιστα χρήσεσθαι τῷ συνήθει καθοπλισμῷ πάντας τοὺς συναγωνιζομένους.
というのも、彼は兵士の一人一人にその民族固有の武器を装備させることを急いでおり、そうすれば軍勢はこの理由によって多大な恐怖を与えることになり、また戦闘においては、ともに戦うすべての者が使い慣れた武装を最も巧みに使用するだろうと考えたからである。
§14.41.6συμπροθυμουμένων δὲ καὶ τῶν Συρακοσίων τῇ τοῦ Διονυσίου προαιρέσει, πολλὴν συνέβαινε γίνεσθαι τὴν φιλοτιμίαν περὶ τὴν τῶν ὅπλων κατασκευήν.
シラクサの人々もディオニュシオスの志に同じ熱意を抱いたため、武器の製造をめぐって多大な競争心が生まれることとなった。
οὐ μόνον γὰρ ἐν τοῖς προνάοις καὶ τοῖς ὀπισθοδόμοις τῶν ἱερῶν, ἔτι δὲ τοῖς γυμνασίοις καὶ ταῖς κατὰ τὴν ἀγορὰν στοαῖς, ἔγεμε πᾶς τόπος τῶν ἐργαζομένων, ἀλλὰ καὶ χωρὶς τῶν δημοσίων τόπων ἐν ταῖς ἐπιφανεστάταις οἰκίαις ὅπλα παμπληθῆ κατεσκευάζετο.
神殿の前室や後室、さらには体育場や広場にある柱廊において、あらゆる場所が働く人々で満ち溢れただけでなく、公共の場所とは別に、最も著名な家々においても、おびただしい数の武器が製造されたからである。