§14.4.1ὁ δὲ δῆμος θεωρῶν τὴν Θηραμένους ἐπιείκειαν καὶ νομίζων τῇ τούτου καλοκἀγαθίᾳ τὴν πλεονεξίαν τῶν προεστηκότων ἐπὶ ποσὸν ἀνασταλήσεσθαι, καὶ τοῦτον ἐν τοῖς τριάκοντʼ ἄρχουσιν ἐχειροτόνησεν.
而民众看到塞拉门尼斯的温和,认为凭他的高尚,掌权者的贪欲可以在一定程度上受到抑制,于是也选举他为三十位统治者之一。
ἔδει δὲ τοὺς ᾑρημένους βουλήν τε καὶ τὰς ἄλλας ἀρχὰς καταστῆσαι, καὶ νόμους συγγράψαι καθʼ οὓς ἔμελλον πολιτεύεσθαι.
被选出的人必须设立议事会和其他官职,并起草他们据以管理国政的法律。
§14.4.2τὰ μὲν οὖν περὶ τῆς νομοθεσίας ἀνεβάλοντο, προφάσεις εὐλόγους αἰεὶ ποριζόμενοι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς ἐκ τῶν ἰδίων φίλων κατέστησαν, ὥστε τούτους καλεῖσθαι μὲν ἄρχοντας, εἶναι δʼ ὑπηρέτας τῶν τριάκοντα.
因此,一方面,他们总是寻找合理的借口拖延立法工作,但另一方面,他们从自己的朋友中设立了议事会和其他官职,以至于这些人名义上被称为官吏,实际上却是三十人的仆役。
καὶ τὸ μὲν πρῶτον παραδιδόντες κρίσει τοὺς πονηροτάτους τῶν ἐν τῇ πόλει κατεδίκαζον θανάτῳ· καὶ μέχρι τούτου τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν εὐαρέστει τὰ γινόμενα.
起初,他们将城里最邪恶的人送交审判并处以死刑;直到此时,所发生的事情甚至对最温和的市民来说也是令人满意的。
§14.4.3μετὰ δὲ ταῦτα βουλόμενοι βιαιότερα καὶ παράνομα πράττειν, ᾐτήσαντο παρὰ Λακεδαιμονίων φρουράν, λέγοντες ὅτι τὴν πολιτείαν καταστήσουσιν ἐκείνοις συμφέρουσαν.
但在此之后,他们企图采取更暴力和非法的手段,于是向拉刻代蒙人请求派遣守备队,声称他们将建立一个有利于对方的国制。
ᾔδεισαν γὰρ ὅτι φόνους ἐπιτελεῖν οὐκ ἂν δύναιντο χωρὶς ξενικῶν ὅπλων· πάντας γὰρ ἀνθέξεσθαι τῆς κοινῆς ἀσφαλείας.
因为他们知道,如果没有外国武装,他们将无法执行屠杀,因为他们认为所有人都会为了共同的安全而奋起抵抗。
§14.4.4Λακεδαιμονίων δὲ πεμψάντων φρουρὰν καὶ τὸν ταύτης ἡγησόμενον Καλλίβιον, τὸν μὲν φρούραρχον ἐξεθεράπευσαν δώροις καὶ τοῖς ἄλλοις φιλανθρώποις οἱ τριάκοντα, τῶν δὲ πλουσίων ἐπιλέγοντες τοὺς ἐπιτηδείους συνελάμβανον ὡς νεωτερίζοντας, καὶ θανάτῳ περιβάλλοντες τὰς οὐσίας ἐδήμευον.
当拉刻代蒙人派遣了守备队及负责指挥的卡里比奥斯时,三十人一方面用礼物和其他善意拉拢这位守备队长,另一方面在富人中筛选合适的目标,以企图叛乱为由予以逮捕,处以死刑并没收其财产。
§14.4.5τοῦ δὲ Θηραμένους ἐναντιουμένου τοῖς συνάρχουσι, καὶ μετὰ τῶν ἀντεχομένων τῆς σωτηρίας ἀπειλοῦντος ἀμύνεσθαι, συνήγαγον τὴν βουλὴν οἱ τριάκοντα.
由于塞拉门尼斯反对他的同僚,并威胁要与那些坚守自身安全的人一起进行自卫,三十人召集了议事会。
Κριτίου δὲ προεστῶτος αὐτῶν, καὶ πολλὰ κατηγορήσαντος τοῦ Θηραμένους, ὅτι προδίδωσι τὴν πολιτείαν ταύτην ἧς αὐτὸς ἑκουσίως κοινωνεῖ, παραλαβὼν τὸν λόγον ὁ Θηραμένης καὶ περὶ τῶν κατὰ μέρος ἀπολογησάμενος, ἅπασαν ἔσχε τὴν βουλὴν εὔνουν.
在克里提亚斯居首并极力指责塞拉门尼斯、称其背叛了自己自愿参与的这一国制之后,塞拉门尼斯接过话筒就各个细节进行了辩护,赢得了整个议事会的同情。
§14.4.6οἱ δὲ περὶ τὸν Κριτίαν φοβούμενοι τὸν ἄνδρα μήποτε καταλύσῃ τὴν ὀλιγαρχίαν, περιέστησαν στρατιώτας ἔχοντας ἐσπασμένα τὰ ξίφη, καὶ τὸν Θηραμένη συνελάμβανον.
但克里提亚斯一伙担心此人迟早会推翻寡头制,便派手持拔出之剑的士兵包围了他,并逮捕了塞拉门尼斯。
§14.4.7ὁ δὲ φθάσας ἀνεπήδησε μὲν πρὸς τὴν βουλαίαν Ἑστίαν, ἔφησε δὲ πρὸς τοὺς θεοὺς καταφεύγειν, οὐ σωθήσεσθαι νομίζων, ἀλλὰ σπεύδων τοῖς ἀνελοῦσιν αὐτὸν περιποιήσασθαι τὴν εἰς τοὺς θεοὺς ἀσέβειαν.
而他则先发制人,跳上了议事会的赫斯提亚神坛,声称向神灵寻求庇护,这并非认为自己能获救,而是为了让那些杀害他的人背负对神明不敬的罪名。