Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.4.1-14.4.7

三十人政権の恐怖政治とテラメネスの告発

298 / 723 箇所 · ギリシア語

要旨

アテナイの三十人僭主がスパルタの守備隊を呼び寄せて独裁を強化し、市民の弾圧を始める中、これに抵抗したテラメネスがクリティアスらに非難・逮捕され、ヘスティアの祭壇に逃れる様子を記述する。

§14.4.1ὁ δὲ δῆμος θεωρῶν τὴν Θηραμένους ἐπιείκειαν καὶ νομίζων τῇ τούτου καλοκἀγαθίᾳ τὴν πλεονεξίαν τῶν προεστηκότων ἐπὶ ποσὸν ἀνασταλήσεσθαι, καὶ τοῦτον ἐν τοῖς τριάκοντʼ ἄρχουσιν ἐχειροτόνησεν.
他方、民衆はテラメネスの穏健さを見て、彼の高潔さによって指導者たちの貪欲さがある程度抑えられるだろうと考え、この者をも三十人の支配者の一人に選出した。
ἔδει δὲ τοὺς ᾑρημένους βουλήν τε καὶ τὰς ἄλλας ἀρχὰς καταστῆσαι, καὶ νόμους συγγράψαι καθʼ οὓς ἔμελλον πολιτεύεσθαι.
選出された者たちは、評議会やその他の役職を設置し、それらに従って国政を運営することになる法律を起草しなければならなかった。
§14.4.2τὰ μὲν οὖν περὶ τῆς νομοθεσίας ἀνεβάλοντο, προφάσεις εὐλόγους αἰεὶ ποριζόμενοι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς ἐκ τῶν ἰδίων φίλων κατέστησαν, ὥστε τούτους καλεῖσθαι μὲν ἄρχοντας, εἶναι δʼ ὑπηρέτας τῶν τριάκοντα.
そこで一方では、彼らは常に尤もらしい口実を設けて立法の作業を引き延ばしたが、他方では、評議会やその他の役職を自分たちの友人たちから設置した。 そのため、これら(設置された役職)の人々は名目上は支配者と呼ばれたが、実質的には三十人の従属者であった。
καὶ τὸ μὲν πρῶτον παραδιδόντες κρίσει τοὺς πονηροτάτους τῶν ἐν τῇ πόλει κατεδίκαζον θανάτῳ·
そして最初のうちは、彼らは市内の最も邪悪な人々を裁判に引き渡して死刑に処していた。
καὶ μέχρι τούτου τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν εὐαρέστει τὰ γινόμενα.
そしてこの時までは、市民のうちで最も穏健な人々にとっても、起きていることは満足のいくものであった。
§14.4.3μετὰ δὲ ταῦτα βουλόμενοι βιαιότερα καὶ παράνομα πράττειν, ᾐτήσαντο παρὰ Λακεδαιμονίων φρουράν, λέγοντες ὅτι τὴν πολιτείαν καταστήσουσιν ἐκείνοις συμφέρουσαν.
しかしその後、彼らはより暴力的で違法なことを行いたいと考え、ラケダイモン人の利益になるような国制を樹立すると称して、彼らに守備隊を要求した。
ᾔδεισαν γὰρ ὅτι φόνους ἐπιτελεῖν οὐκ ἂν δύναιντο χωρὶς ξενικῶν ὅπλων· πάντας γὰρ ἀνθέξεσθαι τῆς κοινῆς ἀσφαλείας.
なぜなら、外国の武力なしには殺戮を実行することはできないと彼らは知っていたからであり、また、すべての者が共同の安全を守るために立ち上がるだろうと考えたからである。
§14.4.4Λακεδαιμονίων δὲ πεμψάντων φρουρὰν καὶ τὸν ταύτης ἡγησόμενον Καλλίβιον, τὸν μὲν φρούραρχον ἐξεθεράπευσαν δώροις καὶ τοῖς ἄλλοις φιλανθρώποις οἱ τριάκοντα, τῶν δὲ πλουσίων ἐπιλέγοντες τοὺς ἐπιτηδείους συνελάμβανον ὡς νεωτερίζοντας, καὶ θανάτῳ περιβάλλοντες τὰς οὐσίας ἐδήμευον.
ラケダイモン人が守備隊とその指揮官となるカリビオスを派遣したとき、三十人は一方で贈り物やその他の親切によって守備隊長を手なずけ、他方では裕福な人々の中から標的を選び出し、革命を企てているとして逮捕し、死刑に処してその財産を没収した。
§14.4.5τοῦ δὲ Θηραμένους ἐναντιουμένου τοῖς συνάρχουσι, καὶ μετὰ τῶν ἀντεχομένων τῆς σωτηρίας ἀπειλοῦντος ἀμύνεσθαι, συνήγαγον τὴν βουλὴν οἱ τριάκοντα.
テラメネスが共同統治者たちに反対し、自己保存を求める人々とともに自衛すると脅したため、三十人は評議会を招集した。
Κριτίου δὲ προεστῶτος αὐτῶν, καὶ πολλὰ κατηγορήσαντος τοῦ Θηραμένους, ὅτι προδίδωσι τὴν πολιτείαν ταύτην ἧς αὐτὸς ἑκουσίως κοινωνεῖ, παραλαβὼν τὸν λόγον ὁ Θηραμένης καὶ περὶ τῶν κατὰ μέρος ἀπολογησάμενος, ἅπασαν ἔσχε τὴν βουλὴν εὔνουν.
クリティアスが彼らの先頭に立ち、テラメネスが自ら自発的にあずかっているこの国制を裏切っているとして彼を激しく非難したが、発言を引き継いだテラメネスが各点について弁明すると、評議会全体が彼に好意を寄せるようになった。
§14.4.6οἱ δὲ περὶ τὸν Κριτίαν φοβούμενοι τὸν ἄνδρα μήποτε καταλύσῃ τὴν ὀλιγαρχίαν, περιέστησαν στρατιώτας ἔχοντας ἐσπασμένα τὰ ξίφη, καὶ τὸν Θηραμένη συνελάμβανον.
クリティアスの一派は、テラメネスがいつか過頭制を覆すのではないかと恐れ、剣を抜いた兵士たちを彼の周囲に配置し、テラメネスを逮捕しようとした。
§14.4.7ὁ δὲ φθάσας ἀνεπήδησε μὲν πρὸς τὴν βουλαίαν Ἑστίαν, ἔφησε δὲ πρὸς τοὺς θεοὺς καταφεύγειν, οὐ σωθήσεσθαι νομίζων, ἀλλὰ σπεύδων τοῖς ἀνελοῦσιν αὐτὸν περιποιήσασθαι τὴν εἰς τοὺς θεοὺς ἀσέβειαν.
しかし、彼は先手を打って評議会のヘスティアの祭壇へと飛び上がり、神々に助けを求めると言った。 それは助かるだろうと考えてのことではなく、自分を殺す者たちに神々に対する不敬の罪を背負わせようと努めてのことであった。

語釈・文法注

  1. 14.4.1νομίζων τῇ τούτου καλοκἀγαθίᾳ τὴν πλεονεξίαν τῶν προεστηκότων ἐπὶ ποσὸν ἀνασταλήσεσθαι — 分詞 `νομίζων` に導かれた対格不定詞構文(間接話法)。不定詞 `ἀνασταλήσεσθαι` は `ἀναστέλλω`(抑制する)の未来受動不定詞であり、その意味上の主語は対格の `τὴν πλεονεξίαν` である。`τῇ τούτου καλοκἀγαθίᾳ` は手段の与格。
  2. 14.4.3πάντας γὰρ ἀνθέξεσθαι τῆς κοινῆς ἀσφαλείας — 理由を表す接続詞 `γάρ` の節内であるが、前文の動詞 `ᾔδεισαν`(彼らは知っていた)に依存する間接話法が継続しており、対格不定詞構文(`πάντας` が意味上の主語、`ἀνθέξεσθαι` が不定詞)をとっている。`ἀνθέξεσθαι` は `ἀντέχομαι`(しがみつく、守る)の未来中道不定詞で、属格 `τῆς κοινῆς ἀσφαλείας` を支配する。
  3. 14.4.5τοῦ δὲ Θηραμένους ἐναντιουμένου τοῖς συνάρχουσι, καὶ μετὰ τῶν ἀντεχομένων τῆς σωτηρίας ἀπειλοῦντος ἀμύνεσθαι — 主節 `συνήγαγον...` に先立つ、テラメネスを意味上の主語とする長大な独立属格構文。現在分詞 `ἐναντιουμένου` と `ἀπειλοῦντος` が接続詞 `καί` で結ばれている。`ἀντεχομένων` は分詞 `ἀντέχομαι` の属格複数名詞用法で、やはり属格 `τῆς σωτηρίας`(自己保存、安全)を支配する。
  4. 14.4.7ὁ δὲ φθάσας — 分詞 `φθάσας`(`φθάνω`「先んじる」の気定過去能動態分詞)が、主要動詞 `ἀνεπήδησε`「飛び上がった」に対して「〜するよりも早く」「先手を打って」という付帯状況または様態を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.4.1-14.4.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.4.1-14.4.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。