Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.39.1-14.39.6

科农就任海军提督与亚洲的停战

第 333 段,共 723 段 · 希腊语

内容简介

法尔纳巴佐斯说服波斯国王任命科农为海军提督并展开筹备。同时,波斯军与拉刻代蒙军在亚洲对峙,但最终达成临时停战协议并撤军。

§14.39.1Φαρνάβαζος δὲ τῶν πρὸς Λακεδαιμονίους ἀνοχῶν γενομένων ἀνέβη πρὸς τὸν βασιλέα, καὶ συνέπεισεν αὐτὸν στόλον ἑτοιμάσαι καὶ ναύαρχον ἐπιστῆσαι Κόνωνα τὸν Ἀθηναῖον· οὗτος γὰρ ἦν ἔμπειρος τῶν κατὰ πόλεμον ἀγώνων, καὶ μάλιστα τῶν πολεμίων· πολεμικώτατος δʼ ὢν ἐν Κύπρῳ διέτριβε παρʼ Εὐαγόρᾳ τῷ βασιλεῖ.
当与拉刻代蒙人的停战协议达成后,法尔纳巴佐斯前往觐见国王,并说服他装备一支舰队,任命雅典人科农为海军提督;因为科农在战争的斗争中经验丰富,尤其是对敌作斗争,且他是一位极具军事才能的人,当时正逗留在塞浦路斯的国王埃瓦戈拉斯处。
πεισθέντος δὲ τοῦ βασιλέως, Φαρνάβαζος λαβὼν ἀργυρίου τάλαντα πεντακόσια παρεσκευάζετο κατασκευάζειν ναυτικόν.
在国王被说服后,法尔纳巴佐斯获得了五百银塔兰特,开始着手组建海军。
§14.39.2διαπλεύσας οὖν εἰς Κύπρον τοῖς μὲν ἐκεῖ βασιλεῦσι παρήγγειλεν ἑκατὸν τριήρεις ἑτοιμάζειν, τῷ δὲ Κόνωνι περὶ τῆς ναυαρχίας διαλεχθεὶς ἐπέστησεν αὐτὸν ἐπὶ τὴν θάλατταν ἡγεμόνα, μεγάλας ὑποφαίνων παρὰ τοῦ βασιλέως ἐλπίδας.
于是他渡海前往塞浦路斯,命令那里的国王们准备一百艘三段桨船,并与科农就提督之职进行了商谈,任命他为海上指挥官,并暗示了他从国王那里获得丰厚赏赐的希望。
§14.39.3ὁ δὲ Κόνων ἅμα μὲν ἐλπίζων ἀνακτήσεσθαι τῇ πατρίδι τὴν ἡγεμονίαν,εἰ Λακεδαιμόνιοι καταπολεμηθεῖεν, ἅμα δʼ αὐτὸς μεγάλης τεύξεσθαι δόξης, προσεδέξατο τὴν ναυαρχίαν.
科农接受了提督的职务,一方面希望如果拉刻代蒙人被打败,他能为祖国重新夺回霸权,另一方面也希望自己能获得巨大的名声。
§14.39.4οὔπω δὲ τοῦ στόλου παντὸς παρεσκευασμένου, τὰς ἑτοίμους ναῦς τετταράκοντα λαβὼν διέπλευσεν εἰς Κιλικίαν, κἀκεῖ τὰ πρὸς τὸν πόλεμον ἡτοιμάζετο.
尽管整支舰队尚未准备就绪,他仍率领已备好的四十艘船只航行至基利家,并在那里准备战争。
Φαρνάβαζος δὲ καὶ Τισσαφέρνης ἐκ τῶν ἰδίων σατραπειῶν ἀθροίσαντες στρατιώτας ἀνέζευξαν, ἐπὶ τῆς Ἐφέσου τὴν πορείαν ποιούμενοι διὰ τὸ τοὺς πολεμίους ἔχειν ἐνταῦθα τὴν δύναμιν.
而法尔纳巴佐斯和蒂萨费尔内斯从各自的辖区召集了士兵并出发,向着以弗所方向行军,因为敌人的军队驻扎在那里。
§14.39.5καὶ συνηκολούθουν αὐτοῖς πεζοὶ μὲν δισμύριοι, ἱππεῖς δὲ μύριοι.
随同他们的有两万步兵和一万骑兵。
ἀκούων δὲ τῶν Περσῶν τὴν ἔφοδον Δερκυλίδας ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος ἐξήγαγε τὴν δύναμιν, ἔχων τοὺς πάντας οὐ πλείους τῶν ἑπτακισχιλίων.
拉刻代蒙人的指挥官德尔库里达斯听说波斯人来袭,便率军迎战,他的总兵力不超过七千人。
§14.39.6ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγενήθη τὰ στρατόπεδα, σπονδὰς ἐποιήσαντο καὶ χρόνον ὥρισαν, ἐν ᾧ Φαρνάβαζος μὲν πρὸς τὸν βασιλέα πέμψει περὶ συνθηκῶν, εἰ βούλοιτο καταλῦσαι τὸν πόλεμον, Δερκυλίδας δὲ τοῖς Σπαρτιάταις δηλώσει περὶ τούτων.
当两军阵营彼此靠近时,他们达成了停战,并规定了期限,在此期间,法尔纳巴佐斯将就和约一事派使者去见国王,看国王是否愿意结束战争,而德尔库里达斯则向斯巴达人通报这些情况。
οὗτοι μὲν οὖν οὕτω διέλυσαν τὰ στρατόπεδα.
于是,他们以此方式撤离了军队。

词汇与语法注释

  1. 14.39.1τῶν πολεμίων — 译为“敌人的”,但在上下文中,它被认为可能是“海战”(τῶν ναυτικῶν)或“军事”(τῶν πολεμικῶν)的传抄错误或异读。此处遵循手稿传统进行翻译,意指科农作为雅典将领,对与敌方(即斯巴达人)的斗争经验丰富。
  2. 14.39.1πεισθέντος δὲ τοῦ βασιλέως — 属格独立结构(Genitive Absolute),表示时间或原因(“在国王被说服后”/“因为国王被说服了”)。分词短语的主语(ὁ βασιλεύς)与主句的主语(Φαρνάβαζος)不同。
  3. 14.39.3ἀνακτήσεσθαι ... εἰ ... καταπολεμηθεῖεν — 由分词 ἐλπίζων(希望)引导的不定式从句中的条件句。直接引语中的将来直陈式(ἀνακτήσεται)和条件从句(ἐὰν καταπολεμηθῶσι),在此处由于依赖于过去时主动词(προσεδέξατο)的间接引语转变为将来不定式(ἀνακτήσεσθαι)和祈愿式(καταπολεμηθεῖεν)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.39.1-14.39.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.39.1-14.39.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。