§14.39.1Φαρνάβαζος δὲ τῶν πρὸς Λακεδαιμονίους ἀνοχῶν γενομένων ἀνέβη πρὸς τὸν βασιλέα, καὶ συνέπεισεν αὐτὸν στόλον ἑτοιμάσαι καὶ ναύαρχον ἐπιστῆσαι Κόνωνα τὸν Ἀθηναῖον·
ファルナバゾスは、ラケダイモン人たちとの休戦が成立すると、王のもとへ上り、艦隊を準備させ、アテナイ人のコノンを海軍提督に任命するよう王を説得した。
οὗτος γὰρ ἦν ἔμπειρος τῶν κατὰ πόλεμον ἀγώνων, καὶ μάλιστα τῶν πολεμίων·
というのも、コノンは戦争における闘い、とりわけ敵のそれに精通していたからである。
πολεμικώτατος δʼ ὢν ἐν Κύπρῳ διέτριβε παρʼ Εὐαγόρᾳ τῷ βασιλεῖ.
彼は極めて戦闘的な人物であり、キプロスで王エウアゴラスのもとに滞在していた。
πεισθέντος δὲ τοῦ βασιλέως, Φαρνάβαζος λαβὼν ἀργυρίου τάλαντα πεντακόσια παρεσκευάζετο κατασκευάζειν ναυτικόν.
王が説得されると、ファルナバゾスは銀500タラントンを受け取り、海軍を組織する準備を始めた。
§14.39.2διαπλεύσας οὖν εἰς Κύπρον τοῖς μὲν ἐκεῖ βασιλεῦσι παρήγγειλεν ἑκατὸν τριήρεις ἑτοιμάζειν, τῷ δὲ Κόνωνι περὶ τῆς ναυαρχίας διαλεχθεὶς ἐπέστησεν αὐτὸν ἐπὶ τὴν θάλατταν ἡγεμόνα, μεγάλας ὑποφαίνων παρὰ τοῦ βασιλέως ἐλπίδας.
そこで彼はキプロスへと渡り、現地の王たちに100隻の三段櫂船を準備するよう命じる一方、コノンとは提督職について話し合って彼を海上指揮官に任命し、王からの大きな恩賞の期待をほのめかした。
§14.39.3ὁ δὲ Κόνων ἅμα μὲν ἐλπίζων ἀνακτήσεσθαι τῇ πατρίδι τὴν ἡγεμονίαν,εἰ Λακεδαιμόνιοι καταπολεμηθεῖεν, ἅμα δʼ αὐτὸς μεγάλης τεύξεσθαι δόξης, προσεδέξατο τὴν ναυαρχίαν.
一方コノンは、もしラケダイモン人たちが打ち負かされれば、祖国のために覇権を取り戻せるだろうと期待し、同時に自らも大いなる名声を得るであろうと考えて、提督職を引き受けた。
§14.39.4οὔπω δὲ τοῦ στόλου παντὸς παρεσκευασμένου, τὰς ἑτοίμους ναῦς τετταράκοντα λαβὼν διέπλευσεν εἰς Κιλικίαν, κἀκεῖ τὰ πρὸς τὸν πόλεμον ἡτοιμάζετο.
艦隊全体はまだ準備が整っていなかったが、彼は準備のできていた40隻の船を率いてキリキアへと航行し、そこで戦争の準備を進めた。
Φαρνάβαζος δὲ καὶ Τισσαφέρνης ἐκ τῶν ἰδίων σατραπειῶν ἀθροίσαντες στρατιώτας ἀνέζευξαν, ἐπὶ τῆς Ἐφέσου τὴν πορείαν ποιούμενοι διὰ τὸ τοὺς πολεμίους ἔχειν ἐνταῦθα τὴν δύναμιν.
他方、ファルナバゾスとティッサフェルネスは、それぞれのサトラペイアから兵士を集めて進軍を開始し、敵がそこに軍勢を置いているという理由で、エフェソスに向けて進路を取った。
§14.39.5καὶ συνηκολούθουν αὐτοῖς πεζοὶ μὲν δισμύριοι, ἱππεῖς δὲ μύριοι.
そして、彼らには歩兵2万人、騎兵1万人が従っていた。
ἀκούων δὲ τῶν Περσῶν τὴν ἔφοδον Δερκυλίδας ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος ἐξήγαγε τὴν δύναμιν, ἔχων τοὺς πάντας οὐ πλείους τῶν ἑπτακισχιλίων.
ペルシア軍の来襲を聞いたラケダイモン軍の指揮官デルキュリダスは、軍勢を率いて出陣したが、その総数は7千人を超えなかった。
§14.39.6ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγενήθη τὰ στρατόπεδα, σπονδὰς ἐποιήσαντο καὶ χρόνον ὥρισαν, ἐν ᾧ Φαρνάβαζος μὲν πρὸς τὸν βασιλέα πέμψει περὶ συνθηκῶν, εἰ βούλοιτο καταλῦσαι τὸν πόλεμον, Δερκυλίδας δὲ τοῖς Σπαρτιάταις δηλώσει περὶ τούτων.
両軍の陣営が近づくと、彼らは休戦協定を結び、その間にファルナバゾスが王のもとへ条約について、王が戦争を終結させることを望むかどうか使者を派遣し、デルキュリダスがスパルタ人たちにこのことを知らせるための期間を定めた。
οὗτοι μὲν οὖν οὕτω διέλυσαν τὰ στρατόπεδα.
こうして、彼らはそれぞれの軍陣を撤収した。