§14.35.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λάχης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι, Μάνιος Κλώδιος, Μάρκος Κοΐντιος, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, ΛεύκιοσΟὐαλέριος, ἐγενήθη δὲ καὶ Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Μίνως Ἀθηναῖος.
这一年过去后,拉刻斯在雅典担任执政官,而在罗马,则由军事论坛官执掌执政官权力:马尼乌斯·克洛迪乌斯、马可·昆蒂乌斯、卢基乌斯·尤利乌斯、马可·富里乌斯、卢基乌斯·瓦莱里乌斯;期间还举办了第九十五届奥林匹亚运动会,雅典的米诺斯夺得了短跑冠军。
§14.35.2κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν ὁ τῆς Ἀσίας βασιλεὺς καταπεπολεμηκὼς Κῦρον ἀπεστάλκει Τισσαφέρνην παραληψόμενον πάσας τὰς ἐπὶ θαλάττῃ σατραπείας.
在这一时期,亚洲国王阿尔塔薛西斯在击败库鲁斯后,派遣提萨斐尼去接管沿海所有的总督领。
διόπερ οἱ Κύρῳ συμμαχήσαντες σατράπαι καὶ πόλεις ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν, μήποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα.
因此,曾与库鲁斯结盟的总督和城市都陷入了极大的焦虑之中,担心因对国王犯下的罪行而受到惩罚。
§14.35.3οἱ μὲν οὖν ἄλλοι σατράπαι διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεθεράπευον καὶ τὰ καθʼ αὑτοὺς ἐτίθεντο πρὸς αὐτόν, ὅπως ποτʼ ἦσαν δυνατοί·
于是,其他总督通过向提萨斐尼派遣使者来讨好他,并尽其所能解决自己的问题。
Ταμὼς δέ, μέγιστος ὢν αὐτῶν καὶ τῆς Ἰωνίας ἀφηγούμενος, εἰς τὰς τριήρεις ἐνέθετο τὰ χρήματα καὶ τοὺς υἱοὺς ἅπαντας πλὴν ἑνὸς τοῦ καλουμένου μὲν Γλοῦ, μετὰ δέ τινας χρόνους ἀφηγησαμένου τῶν βασιλικῶν δυνάμεων.
但是,他们之中权势最大、统治着伊奥尼亚的塔莫斯,将他的财产和所有的儿子(除了一个名叫格鲁斯的儿子,此人在一段时间后担任了皇家军队的指挥官)都送上了三段战船。
§14.35.4εὐλαβηθεὶς οὖν ὁ Ταμὼς τὸν Τισσαφέρνην ἀπῆρεν εἰς Αἴγυπτον μετὰ τοῦ στόλου, καὶ κατέφυγε πρὸς Ψαμμήτιχον τὸν βασιλέα τῶν Αἰγυπτίων, ἀπόγονον ὄντα τοῦ Ψαμμητίχου.
因此,塔莫斯惧怕提萨斐尼,率领舰队启航前往埃及,投奔了埃及国王普萨美提科斯,此人是古代普萨美提科斯的后代。
οὔσης δʼ αὐτῷ προγεγενημένης εὐεργεσίας εἰς τὸν βασιλέα, διελάμβανε τοῦτον ἕξειν οἷόν τινα λιμένα τῶν ἀπὸ τοῦ βασιλέως κινδύνων.
由于塔莫斯以前曾对这位国王施过恩惠,他认为自己可以把这位国王当作避开来自亚洲国王危险的安全港湾。
§14.35.5ὁ δὲ Ψαμμήτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρʼ οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων,ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος.
然而,普萨美提科斯完全不顾及过去的恩惠以及对寻求庇护者的神圣义务,为了占有财产和舰队,将这位寻求庇护的朋友和他的孩子们一起杀害。
§14.35.6αἱ δὲ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις πυνθανόμεναι τὴν τοῦ Τισσαφέρνους κατάβασιν, περὶ σφῶν ἀγωνιῶσαι πρὸς Λακεδαιμονίους ἔπεμψαν πρέσβεις, δεόμεναι μὴ περιιδεῖν ἑαυτὰς ὑπὸ τῶν βαρβάρων ἀναστάτους γινομένας.
亚洲的希腊城市听说提萨斐尼南下的消息后,为自己的命运感到担忧,便向拉刻代蒙人派遣使者,请求不要坐视他们被野蛮人毁灭。
οἱ δὲ Λακεδαιμόνιοι βοηθήσειν ἐπαγγειλάμενοι, πρὸς Τισσαφέρνην ἔπεμψαν πρέσβεις τοὺς ἐροῦντας μὴ ὅπλα πολέμια ἐπιφέρειν ταῖς Ἑλληνίσι πόλεσιν.
拉刻代蒙人答应予以帮助,向提萨斐尼派遣使者,要求他不要对希腊城市使用敌对武力。
§14.35.7Τισσαφέρνης δὲ μετὰ δυνάμεως ἐπὶ πρώτην ἐλθὼν τὴν Κυμαίων πόλιν τήν τε χώραν ἐπόρθησεν ἅπασαν καὶ πολλῶν αἰχμαλώτων ἐγκρατὴς ἐγένετο·
提萨斐尼率领军队首先来到库美人的城市,蹂躏了其全部领土,并抓获了许多俘虏。
μετὰ δὲ ταῦτα συγκλείσας αὐτοὺς εἰς πολιορκίαν, ὡς ὁ μὲν χειμὼν συνήγγισε, τὴν δὲ πόλιν ἑλεῖν οὐκ ἠδύνατο, τοὺς αἰχμαλώτους πολλῶν χρημάτων ἀπελύτρωσε καὶ τὴν πολιορκίαν ἔλυσεν.
此后,他将他们围困在城中进行包围,但由于冬季临近,他又无法攻克该城,于是他用一大笔钱作为赎金释放了俘虏,并解除了包围。