§14.3.1ἀναρχίας γὰρ οὔσης Ἀθήνησι διὰ τὴν κατάλυσιν τῆς ἡγεμονίας, ἔτος μὲν ἦν ὀγδοηκοστὸν πρὸς τοῖς ἑπτακοσίοις μετὰ τὴν Τροίας ἅλωσιν, ἐν δὲ τῇ Ῥώμῃ χιλίαρχοι διεδέξαντο τὴν ὕπατον ἀρχὴν τέτταρες, Γάιος Φολούιος καὶ Γάιος Σερουίλιος καὶ Γάιος Οὐαλέριος καὶ Νουμέριος Φάβιος, ἤχθη δὲ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν τετάρτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Κορκίνας Λαρισαῖος.
アテナイにおいて支配権の崩壊のために無政府状態であったとき、それはトロイア陥落後780年目であり、ローマにおいては、4人の執政武官、ガイウス・フルウィウス、ガイウス・セルウィリウス、ガイウス・ウァレリウス、ヌメリウス・ファビウスが執政官の職を引き継ぎ、この年に第94回オリンピア競技会が催され、そこではラリサのコルキナスが優勝した。
§14.3.2κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι μὲν καταπεπονημένοι ἐποιήσαντο συνθήκας πρὸς Λακεδαιμονίους, καθʼ ἃς ἔδει τὰ τείχη τῆς πόλεως καθελεῖν καὶ τῇ πατρίῳ πολιτείᾳ χρῆσθαι.
この時期、アテナイ人は徹底的に疲弊してラケダイモン人と条約を結んだが、それによれば、彼らは都市の城壁を取り壊し、祖伝の国制を用いなければならなかった。
καὶ τὰ μὲν τείχη περιεῖλον, περὶ δὲ τῆς πολιτείας πρὸς ἀλλήλους διεφέροντο.
そして一方では彼らは城壁を取り壊したが、他方では国制をめぐって互いに対立した。
§14.3.3οἱ γὰρ τῆς ὀλιγαρχίας ὀρεγόμενοι τὴν παλαιὰν κατάστασιν ἔφασαν δεῖν ἀνανεοῦσθαι, καθʼ ἣν παντελῶς ὀλίγοι τῶν ὅλων προειστήκεισαν·
というのも、過頭制を望む人々は、極めて少数の者が全体の指導に当たっていた古い体制を復活させるべきだと主張したからである。
οἱ δὲ πλεῖστοι δημοκρατίας ὄντες ἐπιθυμηταὶ τὴν τῶν πατέρων πολιτείαν προεφέροντο, καὶ ταύτην ἀπέφηναν ὁμολογουμένως οὖσαν δημοκρατίαν.
他方、民主政を強く望む多数の人々は、父祖たちの国制を提示し、これを明白に民主政であると主張した。
§14.3.4ἀντιλογίας δὲ γενομένης περὶ τούτων ἐπί τινας ἡμέρας, οἱ τὰς ὀλιγαρχίας αἱρούμενοι πρὸς Λύσανδρον διεπρεσβεύσαντο τὸν Σπαρτιάτην— οὗτος γὰρ καταλυθέντος τοῦ πολέμου τὰ κατὰ τὰς πόλεις ἀπέσταλτο διοικῆσαι, καὶ ὀλιγαρχίαι ἐν ταῖς πλείσταις καθίσταντο—ἐλπίζοντες ὅπερ ἦν εἰκός, συνεπιλήψεσθαι τῆς ἐπιβολῆς αὐτοῖς.
これらについて数日間にわたり反論が交わされたとき、過頭制を選ぶ人々は、スパルタ人リュサンドロスのもとへ使節を派遣した。 というのも、この者は戦争が終結したことで、諸都市の状況を処理するために派遣されており、大半の都市で過頭制が樹立されていたからであり、当然のことながら、彼が自分たちの企てに加担してくれると期待してのことであった。
διέπλευσαν οὖν εἰς Σάμον·
そこで彼らはサモス島へと船で渡った。
ἐκεῖ γὰρ ἐτύγχανε διατρίβων ὁ Λύσανδρος, προσφάτως κατειληφὼς τὴν πόλιν.
なぜなら、リュサンドロスは最近その都市を占領し、ちょうどそこに滞在していたからである。
§14.3.5παρακαλούντων δὲ αὐτὸν πρὸς τὸ συνεργῆσαι συνεπένευσε, καὶ τῆς μὲν Σάμου Θώρακα τὸν Σπαρτιάτην ἁρμοστὴν κατέστησεν, αὐτὸς δὲ μετὰ νεῶν ἑκατὸν κατέπλευσεν εἰς τὸν Πειραιέα.
彼らが彼に協力を求めたところ、彼は同意し、サモスのハルモステスとしてスパルタ人トラクスを任命し、自身は100隻の船とともにペイライエウスへと入港した。
συναγαγὼν δʼ ἐκκλησίαν συνεβούλευσε τοῖς Ἀθηναίοις ἑλέσθαι τριάκοντα ἄνδρας τοὺς ἀφηγησομένους τῆς πολιτείας καὶ πάντα διοικήσοντας τὰ κατὰ τὴν πόλιν.
そして民会を招集し、アテナイ人たちに対して、国制を指導し、都市に関するすべてのことを管理する30人の男を選出するよう勧告した。
§14.3.6ἀντειπόντος δὲ τοῦ Θηραμένους καὶ τὰς συνθήκας ἀναγινώσκοντος, ὅτι τῇ πατρίῳ συνεφώνησε χρήσεσθαι πολιτείᾳ, καὶ δεινὸν εἶναι λέγοντος, εἰ παρὰ τοὺς ὅρκους ἀφαιρεθήσονται τὴν ἐλευθερίαν, ὁ Λύσανδρος ἔφη λελύσθαι τὰς συνθήκας ὑπὸ Ἀθηναίων·
しかし、テラメネスが反対し、条約において祖伝の国制を使用することに同意したことを読み上げ、誓いに反して自由を奪われるとすれば恐るべきことであると主張する中で、リュサンドロスは、条約はアテナイ人によって破棄されたと述べた。
ὕστερον γὰρ τῶν συγκειμένων ἡμερῶν καθῃρηκέναι τὰ τείχη.
なぜなら、彼らは合意された期日よりも遅れて城壁を取り壊したからである。
ἀνετείνατο δὲ καὶ τῷ Θηραμένει τὰς μεγίστας ἀπειλάς, ἀποκτενεῖν φήσας, εἰ μὴ παύσεται Λακεδαιμονίοις ἐναντιούμενος.
また彼はテラメネスに対しても最大の脅しをかけ、もし彼がラケダイモン人に敵対することを辞めないならば殺害すると宣告した。
§14.3.7διόπερ ὅ τε Θηραμένης καὶ ὁ δῆμος καταπλαγεὶς ἠναγκάζετο χειροτονίᾳ καταλῦσαι τὴν δημοκρατίαν.
そのため、テラメネスも民衆も恐れおののき、挙手投票によって民主政を廃止することを余儀なくされた。
ᾑρέθησαν οὖν τριάκοντα ἄνδρες οἱ διοικήσοντες τὰ κοινὰ τῆς πόλεως, ἁρμόζοντες μὲν τῷ λόγῳ, τύραννοι δὲ τοῖς πράγμασιν.
こうして、国家の公務を管理することになる30人の男たちが選出されたが、彼らは言葉の上では調停者であったが、実態においては僭主であった。