§14.23.1ὡς δὲ τρεῖς σχεδὸν σταδίους ἀπεῖχον ἀλλήλων αἱ δυνάμεις, οἱ μὲν Ἕλληνες παιανίσαντες τὸ μὲν πρῶτον ἡσυχῇ προῆγον· ὡς δʼ ἐντὸς βέλους ἦσαν, ἔθεον κατὰ πολλὴν σπουδήν.
当两军相距大约三斯塔德时,希腊人高唱起凯歌,起初缓慢推进;然而一旦进入投掷武器的射程,他们便以极快的速度向前奔跑。
παρηγγελκὼς δʼ αὐτοῖς Κλέαρχος ὁ Λακεδαιμόνιος ἦν τοῦτο πράττειν· τὸ μὲν γὰρ ἐκ διαστήματος πολλοῦ μὴ τρέχειν ἤμελλεν ἀκεραίους τοῖς σώμασι τοὺς ἀγωνιζομένους τηρήσειν εἰς τὴν μάχην, τὸ δʼ ἐγγὺς ὄντας δρόμῳ προσιέναι τὰς τῶν τόξων βολὰς καὶ τῶν ἄλλων βελῶν ὑπερπετεῖς ἐδόκει ποιήσειν.
拉刻代蒙人克里阿科斯此前已命令他们这样做;因为,不从遥远的距离开始奔跑,能够使战斗人员在战斗中保持充沛的体力,而当接近敌军时快速冲锋,则似乎能使弓箭和其他飞弹的射击落空(飞越头顶)。
§14.23.2ἐπεὶ δʼ ἤγγισαν οἱ μετὰ Κύρου τῷ τοῦ βασιλέως στρατοπέδῳ, τοσοῦτʼ ἐπʼ αὐτοὺς ἐρρίφη βελῶν πλῆθος, ὅσον εἰκός ἐστιν ἐκ δυνάμεως ἐνεχθῆναι συνεστώσης ἐκ μυριάδων τετταράκοντα.
当随同库鲁斯的军队逼近国王的营垒时,铺天盖地的飞弹向他们袭来,其数量正如一支由四十万人组成的军队所能释放的那样。
οὐ μὴν ἀλλὰ βραχὺν χρόνον παντελῶς τοῖς παλτοῖς διαγωνισάμενοι, τὸ λοιπὸν ἐκ χειρὸς ἤδη τὴν μάχην συνίσταντο.
然而,他们仅用标枪对攻了极短的时间,随后便立即陷入了白兵战。
§14.23.3Λακεδαιμόνιοι δὲ μετὰ τῶν ἄλλων μισθοφόρων εὐθὺς ἐκ τῆς πρώτης συστάσεως ἐξέπληξαν τοὺς ἀντιτεταγμένους βαρβάρους τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ ταῖς εὐχειρίαις.
拉刻代蒙人与其他雇佣兵一起,从第一次交锋起,便以武器的闪耀和熟练的战斗技巧,使迎面迎战的蛮族感到惊恐。
§14.23.4ἐκεῖνοι μὲν γὰρ ἦσαν ὅπλοις τε μικροῖς ἐσκεπασμένοι καὶ τὰ πολλὰ τῶν ταγμάτων ἔχοντες ψιλικά, πρὸς δὲ τούτοις ἄπειροι τῶν κατὰ πόλεμον κινδύνων· οἱ δʼ Ἕλληνες διὰ τὸ μῆκος τοῦ Πελοποννησιακοῦ πολέμου κατὰ τὸ συνεχὲς ἐν μάχαις γεγενημένοι πολὺ ταῖς ἐμπειρίαις διέφερον.
因为,前者仅有小型防具遮挡,且大部分建制都是轻装步兵,加之对战争的危险毫无经验;相反,希腊人由于伯罗奔尼撒战争的长期化而一直身处战火之中,在经验上大为占优。
διόπερ εὐθὺ τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐδίωκον, καὶ πολλοὺς τῶν βαρβάρων ἀνῄρουν.
因此,他们立即击溃了眼前的敌人并展开追击,斩杀了许多蛮族。
§14.23.5κατὰ δὲ μέσην τὴν τάξιν ἔτυχε μὲν ἀμφοτέρους τοὺς ὑπὲρ τῆς βασιλείας ἀγωνιζομένους ταχθῆναι· διὸ καὶ κατανοήσαντες τὸ γεγενημένον ὥρμησαν ἐπʼ ἀλλήλους, φιλοτιμούμενοι διʼ ἑαυτῶν κρῖναι τὴν μάχην·
在战线中央,恰巧争夺王位的双方都被部署在了那里;因此,当他们意识到这一状况时,便向彼此冲去,渴望亲手决定这场战斗。
συνήγαγε γάρ, ὡς ἔοικεν, ἡ τύχη τὴν ὑπὲρ τῆς ἡγεμονίας τοῖς ἀδελφοῖς ἔριν εἰς μονομαχίαν καθάπερ εἰς ἀπομίμημα τῆς παλαιᾶς ἐκείνης καὶ τραγῳδουμένης τῆς περὶ τὸν Ἐτεοκλέα καὶ Πολυνείκην τόλμης.
因为命运似乎将兄弟俩争夺统治权的冲突带向了一场单挑,仿佛是在模仿昔日那段因悲剧而广为人知的、关于厄忒俄克勒斯与波吕尼克斯的悲壮对决。
§14.23.6Κῦρος μὲν οὖν φθάσας ἐκ διαστήματος ἠκόντισε, καὶ τυχὼν τοῦ βασιλέως ἔσφηλεν αὐτὸν ἐπὶ τὴν γῆν· ὃν ταχέως οἱ περὶ αὐτὸν ἁρπάσαντες ἀπήνεγκαν ἐκ τῆς μάχης.
于是库鲁斯抢先一步,在一定距离外投掷标枪,击中并击倒了国王;国王身边的随从迅速将他救起并带离战场。
καὶ τὴν μὲν τοῦ βασιλέως ἡγεμονίαν διαδεξάμενος Τισσαφέρνης ἀνὴρ Πέρσης παρεκάλει τε τὰ πλήθη καὶ αὐτὸς λαμπρῶς ἠγωνίζετο· ἀναμαχόμενος δὲ τὸ περὶ τὸν βασιλέα γεγονὸς ἐλάττωμα καὶ μετὰ τῶν ἐπιλέκτων ἐπὶ πάντα τόπον ἐπιφαινόμενος πολλοὺς ἀνῄρει τῶν ἀντιτεταγμένων, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ πόρρωθεν ὑπάρχειν ἐπίσημον.
继承了国王指挥权的波斯人提萨斐尼则一边鼓励士兵,一边自己英勇作战;他试图挽回国王所遭遇的挫败,率领精选部队出现在各个角落,斩杀了许多敌军,以至于他的身影从远处看去也十分显眼。
§14.23.7ὁ δὲ Κῦρος ἐπαρθεὶς τῷ προτερήματι τῶν περὶ αὐτὸν εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους, καὶ τὸ μὲν πρῶτον ἀφειδῶς τῇ τόλμῃ χρώμενος πολλοὺς ἀνῄρει, μετὰ δὲ ταῦτα προχειρότερον κινδυνεύων ὑπό τινος τῶν τυχόντων Περσῶν πληγεὶς ἐπικαίρως ἔπεσεν.
而库鲁斯则因己方的优势而意气风发,强行冲入敌阵中央,起初他不惜一切代价展现勇气,斩杀了许多人,但随后他由于过于轻率地冒险,被一个碰巧在场的普通波斯人击中要害而倒下。
τούτου δʼ ἀναιρεθέντος οἱ τοῦ βασιλέως πρὸς τὴν μάχην ἐπερρώσθησαν, καὶ τέλος τῷ τε πλήθει καὶ τῇ τόλμῃ κατεπόνησαν τοὺς ἀνθεστηκότας.
他被杀之后,国王的士兵在战斗中士气大振,最终凭借人数优势和英勇斗志,压制了抵抗的敌军。